Book 1
8.4
ἡμεῖς δὲ τὴν ΠλατωνικὴνΠλατωνικὴν] Tim. p. 45c sqq φυλάττοντες ἀρχὴν ἐλέγομενem. W: λέγομεν ὅτι πνεῦμα τῶν ὀμμάτων αὐγοειδὲς ἐκπίπτον ἀνακίρναται*: ἀνακιρνᾶται τῷ περὶ τὰ σώματα φωτὶ καὶ λαμβάνει σύμπηξιν, ὥσθʼ ἓν ἐξ ἀμφοῖν σῶμα διʼ ὅλου συμπαθὲς γενέσθαι. κεράννυται δʼ ἕτερον ἑτέρῳ συμμετρίας τε λόγῳτε λόγῳ R: λόγῳ τε καὶ ποσότητος· οὐ γὰρ ἀναιρεθῆναι δεῖ θάτερον ὑπὸ θατέρου κρατηθέν, ἀλλʼ ἀπʼ ἀμφοῖν ἔς τιἔς τι X: ἔστι μέσον ἁρμονίᾳ καὶ κοινωνίᾳ συναχθέντων μίαν δύναμιν ἀποτελεσθῆναι. ὄντος οὖν τοῦ τῶντούτων mei παρηλίκων, εἴτε ῥεῦμα χρὴ προσαγορεύειν τὸ διὰ τῆς κόρης φερόμενον εἴτε πνεῦμα φωτοειδὲς εἴτʼ αὐγήν, ἀσθενοῦς καὶ ἀδρανοῦς, οὐ γίγνεταιοὐ γίγνεται] ἐγγίνεται iidem κρᾶσις πρὸς αὐτὸ τῷαὐτὼ τῷ] 6-7 Vd 8 E τὸ ἐκτὸς οὐδὲ μῖξις ἀλλὰ φθορὰ καὶ σύγκρισιςσύγκρισις] σύγχυσις M. σύγκλυσις?, ἂν μὴ μακρὰν τὰ γράμματα τῶν ὀμμάτων ἀπάγοντες ἐκλύωσι τὴν ἄγαν λαμπρότητα τοῦ φωτός, ὥστε μὴ πολλὴν μηδʼ ἄκρατον ἀλλʼ ὁμοιοπαθῆ καὶ σύμμετρον ἀπαντῆσαι πρὸς τὴν ὄψιν. ὃ δὴ καὶ τοῦ περὶ τὰ νυκτίνομα τῶν ζῴων παθήματος αἴτιόν ἐστιν ἡ γὰρ ὄψις αὐτῶν ὑπὸ τοῦ μεθημερινοῦ φωτὸς ἀδρανὴς οὖσα κατακλύζεται καὶ κρατεῖται, μὴ δυναμένη πρὸς πολὺ καὶ ἰσχυρὸν ἀπʼἀπʼ R ἀσθενοῦς καὶ ὀλίγης ἀρχῆς κεράννυσθαι· πρὸς δὲ τὸ ἀμαυρὸν καὶ λεπτὸν οἷον ἀστέρος φῶς αὐγὴνδυναμένης - αὐγῆς (pro ἀρχῆς) M διαρκῆ καὶ σύμμετρον ἐξίησιν, ὥστε κοινωνεῖν καὶ συνεργεῖσθαι τὴν αἴσθησιν.
Διὰ τί τῷ ποτίμῳ μᾶλλον ὕδατι ὕδατι] in lemmate om. mei ἢ τῷ θαλαττίῳ πλύνεται τὰ ἱμάτια.