Book 1
9.4
καὶ ὁ Θέων ὑπολαβών οὐδέν ἔφη λέγεις· ἈριστοτέληςἈριστοτέλης] p. 932, 25b γὰρ ἐν ταὐτῷταὐτῷ *: τῷ αὐτῷ βιβλίῳ φησὶ τοὺς ἐν θαλάττῃ λουσαμένους τάχιον ἀποξηραίνεσθαι τῶν γλυκέσιγλυκέσι] γλυκείων mei χρησαμένων, ἂν ἐν ἡλίῳ στῶσι.λέγει γάρεἶπον· ἀλλʼ ᾤμην σε μᾶλλον Ὁμήρῳ τἀναντία λέγοντι πιστεύσειν. ὁ γὰρ Ὀδυσσεὺς μετὰ τὸ ναυάγιον ἐντυγχάνει τῇ Ναυσικάᾳ σμερδαλέοςHom. ζ 137 ὀφθῆναιὀφθῆναι] αὐτῇσι φάνη idem, κεκακωμένος ἅλμῃ, καὶ πρὸς τὰς θεραπαινίδας φησὶν ἀμφίπολοι, στῆθʼ οὕτωοὕτως mei ἀπόπροθεν, ὄφρʼ ἂνἂν] om. Homerus ἐγὼ αὐτὸς id. ζ 218ἅλμην ὤμοιιν ἀπολούσομαι. καταβὰς δʼ εἰς τὸν ποταμὸν ἐκ κεφαλῆς ἔσμηχεν ἁλὸς χνόον,id. ζ 226 ὑπερφυῶς τοῦ ποιητοῦ τὸ γιγνόμενον συνεωρακότος. ὅταν γὰρ ἐκ τῆς θαλάττης ἀναδύντες ἐν τῷ ἡλίῳ στῶσι, τὸ λεπτότατον καὶ κουφότατον τῆς ὑγρασίας ἡ θερμότης διεφόρησε· τὸ δʼ ἁλμυρὸν αὐτὸ καὶ τραχὺ καταλειφθὲν ἐφίσταται καὶ παραμένει τοῖς σώμασιν ἁλώδης ἐπίπαγος, μέχρι ἂν αὐτὸαὐτὸν R ποτίμῳ καὶ γλυκεῖ κατακλύσωσιν.
Διὰ τί τῆς Αἰαντίδος φυλῆς Ἀθήνησιν οὐδέποτε τὸν χορὸν ἔκρινον ὕστατον.
10.1
ἐν δὲ τοῖς Σαραπίωνος ἐπινικίοις, ὅτε τῇ Λεοντίδι φυλῇ τὸν χορὸν διατάξαςδιδάξας Doeherus, sed cf. Athen. p. 453 c ἐνίκησεν, ἑστιωμένοις ἡμῖν ἅτε δὴ καὶ φυλέταις οὖσι δημοποιήτοις, οἰκεῖοι λόγοι τῆς ἐν χειρὶ φιλοτιμίας παρῆσαν . ἔσχε γὰρ ὁ ἀγὼν ἐντονωτάτην ἅμιλλαν, ἀγωνοθετοῦντος ἐνδόξως καὶ μεγαλοπρεπῶς Φιλοπάππου τοῦ βασιλέως ταῖς φυλαῖς ὁμοῦ πάσαις χορηγοῦντος. ἐτύγχανε δὲ συνεστιώμενος ἡμῖν καὶ τῶν παλαιῶν τὰ μὲν λέγων τὰ δʼ ἀκούων διὰ φιλανθρωπίαν οὐχ ἧττον ἢ φιλομάθειαν.