Book 1
10.3
πάντες οὖν ὁμαλῶς ἐρρύησαν πρὸς τὸ τὴν φυλὴνφυλὴν X: φυλακὴν ἐγκωμιάζειν, εἴ τι καλὸν πρὸς δόξαν αὐτῇαὐτῆς Benselerus ὑπῆρχεν ἀναλεγόμενοι. καὶ γὰρ ὁ Μαραθὼν εἰς, μέσον εἵλκετο, δῆμος ὢν ἐκείνης τῆς φυλῆς· καὶ τοὺς περὶ Ἁρμόδιον Αἰαντίδας ἀπέφαινον, Ἀφιδναίουςem. Leonicus: ἀφνιδαίους γε δὴ τῶν δήμων γεγονότας. Γλαυκίας δʼ ὁ ῥήτωρῥήτωρ add. vid. ἔφη vel εἶπε καὶ τὸ δεξιὸν κέρας Αἰαντίδαις τῆς ἐν Μαραθῶνι παρατάξεως ἀποδοθῆναι, ταῖς Αἰσχύλου εἰςεἰς X. Fort. τοῖς Αἰσχύλου τῶν Μαραθωνίων ἐλεγείοις cf. Bergk. 2 p. 240 τὴν μεθορίαν ἐλεγείαις πιστούμενος, ἠγωνισμένου τὴν μάχην ἐκείνην ἐπιφανῶς· ἔτι δὲ καὶ Καλλίμαχον ἀπεδείκνυε τὸν πολέμαρχον ἐξ ἐκείνης ὄντα τῆς φυλῆς, ὃς αὑτόν τε παρέσχεν ἄριστον ἄνδρα καὶ τῆς μάχης μετά γε Μιλτιάδην αἰτιώτατος κατέστη, σύμψηφος ἐκείνῳἐκείνοις mei γενόμενος. ἐγὼ δὲ τῷ Γλαυκίᾳ προσετίθην, ὅτι καὶ τὸ ψήφισμα, καθʼ ὃ τοὺς Ἀθηναίους ἐξήγαγε, τῆς Αἰαντίδος φυλῆς πρυτανευούσης γραφείη, καὶ ὅτι περὶ τὴν ἐν Πλαταιαῖς μάχην εὐδοκιμήσειεν ἡ φυλὴ μάλιστα· διὸ καὶ ταῖς Σφραγίτισιem. X ex Vit. Arist. c. 19: σφαγίτισι Νύμφαις τὴν ἐπινίκιον καὶ πυθόχρηστον ἀπῆγον Αἰαντίδαι θυσίαν εἰς Κιθαιρῶνα, τῆς πόλεως τὸ ἱερεῖον καὶ τἄλλατἄλλα *: τὰ ἄλλα παρεχούσης αὐτοῖς. ἀλλʼ ὁρᾷς ἔφην ὅτι πολλὰ καὶ ταῖς ἄλλαις φυλαῖς ὑπάρχει, καὶ πρώτην γε τὴν ἐμὴν ἴστε δὴ τὴν Λεοντίδα μηδεμιᾷ δόξηςem. Turnebus: δόξῃ ὑφιεμένην. σκοπεῖτε δὲδὲ] om. mei δή, μὴ πιθανώτερον λέγεται τὸ παραμύθιον τοῦ ἐπωνύμου τῆς φυλῆς καὶ παραίτησιν εἶναι τὸ γιγνόμενον· οὐ γὰρ εὔκολος ἐνεγκεῖν ἧτταν ὁ Τελαμώνιος, ἀλλʼ οἷος ἀφειδεῖν πάντων ὑπʼ ὀργῆς καὶ φιλονεικίας· ἵνʼ οὖν μὴ χαλεπὸς μηδʼ ἀπαραμύθητος, ἔδοξε τῆς ἥττης ἀφελεῖν τὸ δυσχερέστατον, εἰς τὴν ἐσχάτην χώραν μηδέποτε τὴν φυλὴν αὐτοῦ καταβαλόντας.