Thesauros Literature biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Book 2

1 τῶν εἰς τὰ δεῖπνα καὶ τὰ συμπόσια παρασκευαζομένων, ὦ Σόσσιε Σενεκίων, τὰ μὲν ἀναγκαίαν ἔχει τάξιν, ὥσπερ οἶνος καὶ σιτία καὶ ὄψα καὶ στρωμναὶ δηλαδὴ καὶ τράπεζαι· τὰ δʼ ἐπεισόδια γέγονεν ἡδονῆς ἕνεκεν, χρείας μὴ συναγομένηςmalim ἡδονῆς ἕνεκα κενῆς, ὥσπερ ἀκροάματα καὶ θεάματα καὶ γελωτοποιός τις ἐκ Καλλίου Φίλιππος οἷς παροῦσι μὲν ἥδονται, μὴ παρόντα δʼ οὐ πάνυ ποθοῦσιν οὐδʼ αἰτιῶνται τὴν συνουσίαν ὡς ἐνδεέστερον ἔχουσαν. οὕτω δὴ καὶ τῶν λόγων τοὺς μὲν ἐπὶ χρείᾳ τῇ περὶ τὰ συμπόσια παραλαμβάνουσινπεριλαμβάνουσιν mei οἱ μέτριοι, τοὺς δʼ ἄλλους δέχονται θεωρίαν πιθανὴν καὶ τῷ καιρῷ μᾶλλον αὐλοῦ καὶ βαρβίτου πρέπουσαν ἔχοντας. ὧν καὶ τὸ πρῶτον ἡμῖν βιβλίον εἶχε μεμιγμένα δείγματα, τοῦ μὲν προτέρου γένους τὸ περὶ τοῦ φιλοσοφεῖν παρὰ πότον καὶ περὶ τοῦ διανέμειν αὐτὸν ἢ τοῖς δειπνοῦσιν ἐφιέναι τὰς κλίσεις καὶ τὰ τοιαῦτακαὶ τὰ τοιαῦτα scripsi cum Emperio: 4-5 Vd 8 E αὐτά· τοῦ δευτέρου περὶ τοῦτὸ περὶ R τοὺς ἐρῶντας ποιητικοὺς εἶναι καὶκαὶ] καὶ τὸ R περὶ τῆς Αἰαντίδος φυλῆς. lac. 2 Vd 9 E καλῶ δῆτα καὶ lac. 3-4 Vd 8 E τὰ συμποτικά· τὰ δʼ ib. lac. 3-4 Vd 7 E; locum supplevit W ita: τὰ γοῦν πρῶτα καλῶ δῆτα καὶ αὐτὸς συμποτικά· τὰ δὲ δεύτερα κοινῶς cet. malim τούτων τὰ μὲν πρῶτα καλῶ δ. καὶ αὐτὸς ἰδίᾳ συμποτικά, τὰ δὲ δεύτερα κοινῶς cett. τερα κοινῶς συμποσιακά. σποράδην δʼ ἀναγέγραπται καὶ οὐ διακεκριμένως ἀλλʼ ὡς ἕκαστον εἰς μνήμην ἦλθεν. οὐ δεῖ δὲ θαυμάζειν τοὺς ἀναγιγνώσκοντας, εἴ σοὶ προσφωνοῦντές τινατινὰ] ταῦτα, τινὰ? τῶν προρρηθέντων ὑπὸὑπὸ M: ἢ ὑπὸ σοῦ συνηγάγομεν· καὶ γὰρ ἂν αἱ μαθήσεις ἀναμνήσεις μὴ ποιῶσιποιῶσι] πάντως ὧσι W, πολλάκις εἰς ταὐτὸ τῷ μανθάνειν τὸ ἀναμιμνήσκεσθαι καθίστησικαθέστηκε?.

Τίνʼ ἐστὶν ἃ Ξενοφῶν παρὰ πότον ἣδιον ἐρωτᾶσθαί φησι καὶ σκώπτεσθαι ἢ μή.

1 / 29 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme