Book 2
1.10
ὁ δʼ ἔρως τὰ τʼ ἄλλα ποικιλώτατός ἐστι, καὶ τοῖς σκώμμασιν οἱ μὲν ἄχθονται καὶ ἀγανακτοῦσιν οἱ δὲ χαίρουσι. δεῖ δʼ εἰδέναι τὸν καιρόν· ὡς γὰρ τὸ πῦρπῦρ] πνεῦμα R ἐν ἀρχῇ μὲν ἀποσβέννυσι τὸ πνεῦμαπνεῦμα] πῦρ idem διὰ τὴν ἀσθένειαν αὐξηθέντι δὲ τροφὴν παρέχει καὶ ῥώμην, οὕτω φυόμενος ὁ ἔρως ἔτι καὶ λανθάνων δυσκολαίνει καὶ ἀγανακτεῖ πρὸς τοὺς ἀποκαλύπτοντας, ἐκλάμψας δὲ καὶ διαφανεὶς τρέφεται καὶ προσγελᾷ τοῖς σκώμμασι φυσώμενος. ἥδιστα δὲ σκώπτονται, παρόντων τῶν ἐρωμένων, εἰς αὐτὸ τὸ ἐρᾶν εἰς ἄλλο δʼ οὐδέν. ἐὰν δὲ καὶ γυναικῶν ἐρῶντες ἰδίων τύχωσιν ἢ νεανίσκων φιλοκάλων ἔρωτα γενναῖον, παντάπασι γάνυνται καὶ καλλωπίζονται τῷ σκώπτεσθαι πρὸς αὐτούς. διὸ καὶ Ἀρκεσίλαος, ἐν τῇ σχολῇ τοιαύτης μεταδόσεωςμεταδόσεως] ὑποθέσεως M. θέσεως R. μεταξὸ θέσεως W αὐτῷ γενομένης ὑπό τινος τῶν ἐρωτικῶν δοκεῖ μοι μηδὲν ἅπτεσθαι μηδενός·οὐδὲοὐδὲ Turnebus: ὁ δὲ σὺ τοίνυν ἔφη τοῦδʼ ἅπτῃ; δείξας τινὰ τῶν καλῶν καὶ ὡραίων παρακαθήμενον.
1.11
ἤδη δὲ καὶ τὸ τῶν παρόντων σκεπτέον· ἃ γὰρ ἐν φίλοις καὶ συνήθεσιν ἀκούοντες γελῶσι, ταῦτα δυσχεραίνουσιν, ἂν λέγηται πρὸς αὐτοὺς τῆς γαμετῆς παρούσης ἢ τοῦ πατρὸς ἢ τοῦ καθηγητοῦ, πλὴν ἂν μή τι κεχαρισμένον τῶν λεγομένωντὸ λεγόμενον idem ἐκείνοις· οἷον ἄν τιςτις X: 2 Vd 6 E σκώπτηται τοῦ φιλοσόφου παρόντος εἰς ἀνυποδησίαν ἢ νυκτογραφίαν, ἢ τοῦ πατρὸς ἀκούοντος εἰς μικρολογίαν, ἢ τῆς γυναικὸς παρούσηςπαρούσης] om. mei εἰς τὸ ἀνέραστον ἑτέρων ἐκείνης δὲ δοῦλον καὶ θεραπευτικόν, ὡς ὁ ΤιγράνηςΤιγράνης] Cyrop. 3, 1, 43 ὑπὸ τοῦ Κύρου τί δʼ, ἂν σʼ ἡ γυνὴ σκευοφοροῦντα ἀκούσῃ;ἀλλʼ οὐκ ἀκούσεταιεἶπεν ὄψεται δʼ αὐτὴ παροῦσα.