Thesauros Literature biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Book 2

2.1 ἐν Ἐλευσῖνι μετὰ τὰ μυστήρια τῆς πανηγύρεως ἀκμαζούσης, εἱστιώμεθα παρὰ Γλαυκίᾳ τῷ ῥήτορι. πεπαυμένων δὲ δειπνεῖν τῶν ἄλλων, Ξενοκλῆς ὁ ΔελφὸςΔελφὸς W: ἀδελφὸς ὥσπερ εἰώθει τὸν ἀδελφὸν ἡμῶν Λαμπρίαν εἰς ἀδδηφαγίαν Βοιώτιον ἐπέσκωπτεν. ἐγὼ δʼ ἀμυνόμενος ὑπὲρὑπὲρ] om. mei αὐτοῦ τὸν Ξενοκλέα τοῖς Ἐπικούρου λόγοις χρώμενον οὐ γὰρ ἅπαντες εἶπον ὦ βέλτιστε, ποιοῦνται τὴν τοῦ ἀλγοῦντος ὑπεξαίρεσιντὴν τοῦ ἀλγ. ὑπεξαίρεσιν] vid. Usener. p. 72 Sent. III ὅρον ἡδονῆς καὶ πέρας· Λαμπρίᾳ δὲ καὶ ἀνάγκη, πρὸ τοῦ κήπου κυδαίνοντι τὸν περίπατον καὶ τὸ Λύκειον ἔργῳ μαρτυρεῖν ἈρἰστοτέλειἈριστοτέλει] Fragm. 231· φησι γὰρ ὁ ἀνὴρ βρωτικώτατον ἕκαστον αὐτὸν αὑτοῦ περὶ τὸ φθινόπωρον εἶναι, καὶ τὴν αἰτίαν ἐπείρηκεν ἐγὼ δʼ οὐ μνημονεύωβέλτιον εἶπεν ὁ Γλαυκίας αὐτοὶ γὰρ ἐπιχειρήσομεν ζητεῖν, ὅταν παυσώμεθα δειπνοῦντες. ὡς οὖν ἀφῃρέθησανmalim ἀπήρθησαν aut ἐπήρθησαν αἱ τράπεζαι, γλαυκίας μὲν καὶ Ξενοκλῆς ᾐτιάσαντο τὴν ὀπώραν διαφόρως, ὁ μὲν ὡςὡς Leonicus: εἰς τὴν κοιλίαν ὑπεξάγουσαν καὶ τῷ κενοῦσθαι τὸ σῶμα νεαρὰς ὀρέξεις ἀεὶ παρασκευάζουσαν· ὁ δὲ Ξενοκλῆς ἔλεγεν εὔστομόν τι καὶ δηκτικὸνδηκτικὸν] δηκτὸν mei ἔχοντα τῶν ὡραίων τὰ πλεῖστα τὸν στόμαχον ἐπὶ τὴν βρῶσιν ἐκκαλεῖσθαι παντὸς μᾶλλον ὄψου καὶ ἡδύσματος· καὶ γὰρ τοῖς ἀποσίτοις τῶν ἀρρώστων ὀπώρας τι προσενεχθὲν ἀναλαμβάνει τὴν ὄρεξιν. ὁ δὲ Λαμπρίας εἶπεν, ὅτι τὸ οἰκεῖον καὶ τὸ σύμφυτον θερμὸν ἡμῶν, ᾧ τρέφεσθαι πεφύκαμεν, ἐν μὲν τῷ θέρει διέσπαρται καὶ γέγονεν ἀσθενέστερον καὶ μανόν, ἐν δὲ τῷ φθίνοντι καιρῷ συναγείρεται πάλιν καὶ ἰσχύει, κατακρυπτόμενον ἐντὸς διὰ τὴν περίψυξιν καὶ τὴν πύκνωσιν τοῦ σώματος. ἐγὼ δʼ ὑπὲρ τοῦ μὴ δοκεῖν ἀσύμβολος τοῦ λόγου μετασχεῖν εἶπον, ὅτι τοῦ θέρους διψητικώτεροι γιγνόμεθα καὶ πλείονι χρώμεθα τῷ ὑγρῷ διὰ τὸ καῦμα· νῦν οὖν ἡ φύσις ἐν τῇ μεταβολῇ ζητοῦσα τοὐναντίον, ὥσπερ εἴωθε, πεινητικωτέρους ποιεῖ, καὶ τὴν ξηρὰν τροφὴν τῇ κράσει τοῦ σώματος· ἀνταποδίδωσιν. οὐ μὴν οὐδὲ τὰ σιτία φήσαι τις ἂν αἰτίας ἀμοιρεῖν παντάπασιν, ἀλλʼ ἐκ νέων καὶ προσφάτων γενόμεναmalim γιγνόμενα καρπῶν οὐ μόνον μάζας καὶ ὄσπρια καὶ ἄρτους καὶ πυροὺς, ἀλλὰἀλλὰ X καὶ κρέα ζῴων εὐωχουμένων τὰ ἐπέτεια τοῖς τε χυμοῖς διαφέρεινem. Basileensis: διαφέρει τῶν παλαιῶν καὶ μᾶλλον ἐπάγεσθαι τοὺς χρωμένους καὶ ἀπολαύοντας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme