Thesauros Literature biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Book 2

3.3 ταῦτα τοῦ Φίρμου διεξιόντος, ὁ Σενεκίων ἔφη τὴν τελευταίαν τῶν εἰκόνων αὐτῷ πρώτην ἀντιπίπτειν. ἔλαθες γάρ εἶπεν ὦ Φίρμε, τὸν κόσμον ἀντὶ τῆς παροιμιακῆς θύρας ἐπὶ σεαυτὸνib. σαυτὸν? ἀνοίξας·cf. p. 1108d. Leutsch. 1 p. 114 ὁ γὰρ κόσμος προϋφέστηκε πάντων τελειότατος ὤν· καὶ λόγον ἔχει τοῦ ἀτελοῦς φύσει πρότερον εἶναι τὸ τέλειον, ὡς τοῦ πεπηρωμένου τὸ ὁλόκληρον καὶ τοῦ μέρους τὸ ὅλον· οὐδὲοὐδὲν mei γὰρ ἔχει λόγον εἶναι μέρος οὗ μέρος; ἐστὶ μὴ γεγονότος. ὅθεν οὐθεὶς λέγει τοῦ σπέρματος εἶναι τὸν ἄνθρωπον οὐδὲ τοῦ ᾠοῦ τὴν ἀλεκτορίδα, τῆς δʼ ἀλεκτορίδος τὸ ᾠὸν εἶναι καὶ τὸ σπέρμα τοῦ ἀνθρώπου λέγομεν, ὡς τούτων ἐπιγιγνομένων ἐκείνοις καὶ τὴν γένεσιν ἐν ἐκείνοις λαμβανόντων εἶθʼ ὥσπερ ὄφλημα τῇ φύσει τὴν γένεσιν ἀποδιδόντων. ἐνδεᾶ γάρ ἐστι, τοῦ οἰκείου· διὸ καὶ βούλεσθαι ποιεῖν πέφυκεν ἄλλο τοιοῦτον, οἷον ἦν ἐξ οὗ ἀπεκρίθη. καὶ τὸν σπερματικὸν λόγον ὁρίζονται γόνον ἐνδεᾶ γενέσεως· ἐνδεὲς δʼ οὐδέν ἐστι τοῦ μὴ γενομένου μηδʼ ὄντος· τὰ δʼ ᾠὰ καὶ παντάπασι βλέπεται τὴν φύσιν ἔχοντα τῆς ἔν τινι ζῴῳ πήξεως καὶ συστάσεως ὀργάνων τε τοιούτων καὶ ἀγγείων δεομένηνδεομένης R. ὅθεν οὐδʼ ἱστόρηται γηγενὲς ᾠόν· ἀλλὰ καὶ τὸ· Τυνδάρειον οἱ ποιηταὶ λέγουσιν οὐρανοπετὲς ἀναφανῆναιem. Vulcobius: ἀναφῆναι. ζῷα δʼ αὐτοτελῆ καὶ ὁλόκληρα μέχρι νῦν ἀναδίδωσιν ἡ γῆ, μῦς ἐν Αἰγύπτῳ πολλαχοῦ δʼ ὄφεις καὶ βατράχους καὶ τέττιγας, ἀρχῆς ἔξωθεν ἑτέρας καὶ δυνάμεως ἐγγενομένης. ἐν δὲ Σικελίᾳ περὶ τὸν δουλικὸν πόλεμον, αἵματος πολλοῦ καὶ νεκρῶν ἀτάφων ἐν τῇ γῇ κατασαπέντων, πλῆθος ἀττελέβων ἐξήνθησε καὶ τὸν σῖτον ἔφθειρον πανταχοῦ σκεδασθέντες ἐπὶ τὴν νῆσον. ταῦτα τοίνυν ἐκ γῆς φύεται καὶ τρέφεται καὶ τροφῆς περίσσωμαem. Basileensis: περὶ σῶμα ποιεῖ γόνιμον, ᾧ καθʼ ἡδονὰς πρὸς ἄλληλα τρέπεται, καὶ συνδυαζόμενα τῇ μίξει τὰ μὲν ᾠοτοκεῖν τὰ δὲ ζῳοτοκεῖν πέφυκε. καὶ τούτῳ μάλιστα δῆλόν ἐστιν, ὅτι τὴν πρώτην γένεσιν ἐκ γῆς λαβόντα καθʼ ἕτερον τρόπον ἤδη καὶ· διʼ ἀλλήλων ποιεῖται τὰς τεκνώσεις. καθόλου δʼ ὅμοιόν ἐστι τῷ λέγειν, πρὸ τῆς γυναικὸς ἡ μήτρα γέγονεν· ὡς γὰρ ἡ μήτρα πρὸς τὸ ᾠόνπρὸς τὸ ᾠόν] πρὸς τὸ ἔμβρυον R. πρὸς τὸ ζῷον Doehnerus. πρὸς τὸ ᾠ in rasura habet Vd, οὕτω πάλιν τὸ ᾠὸν πρὸς τὸν νεοσσὸν πέφυκε, κυόμενον ἐν αὐτῷ καὶ λοχευόμενον ὥστε μηδὲν διαφέρειν τὸν διαποροῦντα, πῶς ὄρνιθες ἐγένοντο μὴ γενομένων ᾠῶν, τοῦ πυνθανομένου, πῶς ἄνδρες ἐγένοντο καὶ γυναῖκες πρὶν αἰδοῖα γενέσθαι καὶ μήτρας. καίτοι τῶν μερῶν τὰ πλεῖστα συνυφίσταται τοῖς ὅλοις, αἱ δὲ δυνάμεις ἐπιγίνονται τοῖς μέρεσιν αἱ δʼ ἐνέργειαι ταῖς δυνάμεσι, τὰ δʼ ἀποτελέσματα ταῖς ἐνεργείαις· ἀποτέλεσμα δὲ τῆς γεννητικῆς τῶν μορίων δυνάμεως τὸ σπέρμα καὶ τὸ ᾠόν· ὥστε τῆς τῶν ὅλων καθυστερεῖν γενέσεως. σκόπει δὲ μή, καθάπερ οὐ δυνατόν ἐστι πέψιν τροφῆς εἶναι πρὶν ἢ γενέσθαι ζῷον, οὕτως οὐδʼ ᾠὸν οὐδὲ σπέρμα· καὶ γὰρ ταῦτα πέψεσί τισι καὶ μεταβολαῖς ἐπιγενέσθαι ἔοικεν· καὶ οὐχ οἷόν τε, πρὶν ἢ γενέσθαι ζῷον, ἔχειν ζῴου τροφῆς περίττωμα τὴν φύσιν. οὐ μὴν ἀλλὰ τὸ σπέρμα μὲν ἁμωσγέπωςem. X: ἄλλως γέ πως ἀρχῆς τινος ἀντιποιεῖται, τὸ δʼ ᾠὸν οὔτʼ ἀρχῆς ἔχει λόγον, οὐ γὰρ ὑφίσταται πρῶτον· οὔθʼ ὅλου φύσιν, ἀτελὲς γάρ ἐστιν. ὅθεν ἀρχῆς μὲν ἄνευ γεγονέναι ζῷον οὐ λέγομεν, ἀρχὴν δʼ εἶναι ζῳογονίας, ὑφʼ ἧς πρῶτον ἡ ὕλη μετέβαλε, δυνάμεως κρᾶσίν τινα καὶ μῖξιν ἐνεργασαμένης γόνιμον· τὸ δʼ ᾠὸν ἐπιγέννημαem. Vulcobius: ἐπιγένημα εἶναι, καθάπερ τὸ αἷμα καὶ τὸ γάλα, τοῦ ζῴου μετὰ τροφὴν καὶ πέψιν· οὐ γὰρ ὦπται συνιστάμενον ᾠὸν ἐκ τῆς ἰλύος, ἀλλʼ ἐν μόνῳ ζῴῳ τοῦτο τὴν σύστασιν ἔχει καὶ γένεσιν· ζῷα δὲ καθʼ αὑτὰ μυρία συνίσταται. καὶ τί δεῖ λέγειν τἄλλα; πολλῶν γὰρ ἐγχέλεων ἁλισκομένων, οὐδεὶς ἑώρακεν οὔτε θορὸν οὔτʼ ᾠὸν ἔγχελυν ἔχουσαν· ἀλλὰ κἂν τὸ ὕδωρ τις ἐξαρύσῃ καὶ τὴν ἰλὺν ἀναξύσῃ πᾶσαν, εἰς τὸν τόπον ὕδατος συρρυέντος ἐγχέλεις ζῳογονοῦνται. δεῖ οὖν ὕστερονδεῖ οὖν ὕστερον] scr. vid. ἵστερον οὖν ἀνάγκη ἀνάγκῃ γεγονέναι τὸ θατέρου δεόμενον πρὸς γένεσιν· δὲ καὶ νῦν θατέρου χωρὶς ἄλλως ὑπάρχει συνίστασθαι, τοῦτο προτερεῖν τῇ ἀρχῇ τῆς γενέσεως. περὶ ἐκείνης γὰρ ἔστι τῆς πρώτης ὁ λόγος· ἐπεὶ νῦν γε καὶ νεοττιὰς συντίθησι τὰ πτηνὰ πρὸ τῆς ᾠοτοκίας, καὶ σπάργανα παρασκευάζουσινπροπαρασκευάζουσιν Doehnerus coll. Xen. Memor. 2, 2, 5 αἱ γυναῖκες· ἀλλʼ οὐκ ἂν εἴποις καὶ νεοττιὰν ᾠοῦ γεγονέναι πρότερον καὶ σπάργανα παίδων. οὐ γὰρ γῆ φησὶν ὁ ΠλάτωνΠλάτων] Menex. 238 aγυναῖκα, γῆν δὲ γυνὴ μιμεῖταιμεμίμηται Plato καὶ τῶν ἄλλων θηλέωνθηλέων * θήλεων ἕκαστον. διὸ πρώτηνδιὸ τὴν πρώτην R γένεσιν εἰκός ἐστιν ἐκ γῆς τελειότητι καὶ ῥώμῃκαιρῶ μὴ τοῦ mei τοῦ γεννῶντος αὐτοτελῆ καὶ ἀπροσδεᾶἀπροσδεᾶ *: ἀπροσδεῆ γενέσθαι, τοιούτων ὀργάνων καὶ στεγασμάτων καὶ ἀγγείων μὴ δεομένηνμὴ δεομένην] del. R, ἃ νῦνἃ νῦν] ἂν οὖν mei ἡ φύσις ἐν τοῖς τίκτουσιν ἐργάζεται καὶ μηχανᾶται διʼ ἀσθένειαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme