Thesauros Literature biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Book 2

8.1 ἵππους λυκοσπάδας οἱ μὲν ἀπὸ τῶν χαλινῶν τῶν λύκων ἔφασαν ὠνομάσθαι, διὰ τὸ θυμοειδὲς καὶ δυσκάθεκτον οὕτω σωφρονιζομένους· ὁ δὲ πατὴρ ἡμῶν ἣκιστα περὶ τὰς ἰσηγορίαςἰσηγορίας] προσηγορίας Herwerdenus. fort. ἱστορίας cf. p. 642 d. 664 c αὐτοσχέδιος ὢν καὶ κεχρημένος ἀεὶ κρατιστεύουσιν ἵπποις ἔλεγε τοὺς ὑπὸ λύκων ἐπιχειρηθέντας ἐν πώλοις, ἄνπερ ἐκφύγωσιν, ἀγαθοὺς μὲν ἀποβαίνειν καὶ ποδώκεις, καλεῖσθαι δὲ λυκοσπάδας. ταῦτα δὲ πλειόνων αὐτῷ μαρτυρούντων, ἀπορίαν αἰτίας παρεῖχε, διʼ ἣν τὸ σύμπτωμα τοῦτο θυμικωτέρους καὶ γοργοτέρους ποιεῖ τοὺς ἵππους. καὶ ὁ μὲν πλεῖστος ἦν λόγος τῶν παρόντων, ὅτι φόβον τὸ πάθος οὐ θυμὸν ἐνεργάζεται τοῖς ἵπποις, καὶ γιγνόμενοι ψοφοδεεῖς καὶ πρὸς ἅπαν εὐπτόητοι τὰς ὁρμὰς ὀξυρρόπους καὶ ταχείας ἴσχουσιν, ὥσπερ τὰ λινόπληκτα τῶν θηρίων. ἐγὼ δὲ σκοπεῖν ἔφην χρῆναι, μὴ τοὐναντίον ἐστὶ τοῦ δοκοῦντος· οὐ γὰροὐ γὰρ] ὅτι mei γίγνεσθαι δρομικωτέρους τοὺς πώλους, ὅταν ἐκφύγωσι τὰς βλάβας τῶν θηρίων ἐπιχειρηθέντες, ἀλλʼ οὐκ ἂν ἐκφυγεῖν, εἰ μὴ φύσει θυμικοὶ καὶ ταχεῖς ἦσαν οὔτε γὰρ τὸν Ὀδυσσέα γενέσθαι φρόνιμον ὑπεκδράντα τοῦ Κύκλωπος, ἀλλʼ, ὅτι τοιοῦτος ἦν, ὑπεκδρᾶναι.

Διὰ τί τὰ λυκόβρωτα τῶν προβάτων τὸ κρέας μὲν γλυκύτερον τὸ δʼ ἔριον φθειροποιὸν ἴσχει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme