Book 3
1
Σιμωνίδης ὁ ποιητής, ὦ Σόσσιε Σενεκίων, ἔν τινι πότῳ ξένον ἰδὼν κατακείμενον σιωπῇ καὶ μηδενὶ διαλεγόμενον, ὦ ἄνθρωπʼ εἶπεν εἰ μὲν ἠλίθιος εἶ, σοφὸν πρᾶγμα ποιεῖς εἰ δὲ σοφός, ἠλίθιον.ἀμαθίην γὰρ ἄμεινον ὥς φησιν ἩράκλειτοςἩράκλειτος] Bywater. p. 42κρύπτειν, ἔργον δὲ ἐν ἀνέσει καὶ παρʼ οἶνον ὅστʼ ἐφέηκε πολύφρονά περ μάλʼ ἀεῖσαι, Hom. ξ 464καὶ θʼ ἁπαλὸν γελάσαι καὶ τʼ ὀρχήσασθαι ἀνῆκε· καί τι ἔπος προέηκεν, ὅπερ τʼ ἄρρητον ἄμεινον· οἰνώσεως ἐνταῦθα τοῦ ποιητοῦ καὶ μέθης, ὡς ἐμοὶ δοκεῖ, διαφορὰν ὑποδεικνύντος. ᾠδὴ μὲν γὰρ καὶ γέλως καὶ ὄρχησις οἰνωμένοιςοἰνουμένοις μετρίως ἔπεισι· τὸ δὲ λαλεῖν καὶ λέγειν, ἃ βέλτιονἃ βέλτιον W: ἀβέλτερον ἦν σιωπᾶν, παροινίας ἢδη καὶ μέθης ἔργον ἐστί. διὸ καὶ ΠλάτωνΠλάτων] de Legg. p. 650 a sqq. ἐν οἴνῳ μάλιστα καθορᾶσθαι τὰ ἤθηἤθη Plut. Fragm. 22, 1: πάθη τῶν πολλῶν νομίζει, καὶ ὍμηροςὉμήροςφ 35 εἰπὼν οὐδὲ τραπέζῃ γνώτην ἀλλήλων δῆλός ἐστιν εἰδὼς τὸ πολύφωνονπολύφωνον *: 4 Vd 12-13 E νον vid. Praefat. p. LVIII τοῦ οἴνου καὶ λόγωνλόγων *: 5 Vd 6 E πολλῶν γόνιμον. οὐ γὰρ ἔστι τρωγόντων σιωπῇ καὶ πινόντων γνῶσις· ἀλλʼ ὅτι τὸ πίνειν εἰς τὸ λαλεῖν προάγεται, τῷ δὲ λαλεῖν ἐμφαίνεται καὶ τῷκαὶ τῷ *: καὶ τὸ ἀπογυμνοῦσθαι πολλὰ τῶν ἄλλως λανθανόντων, παρέχει τινὰ τὸ συμπίνειν καὶκαὶγνῶσιν καὶ R κατανόησιν ἀλλήλων· ὥστε μὴ φαύλως ἂν ἐπιτιμῆσαι τῷτῷ] τινα τῷ? sed cf. p. 712 b. Nic. et Crass. comp. c. 5 Αἰσώπῳ, τί τὰς θυρίδας, ὦ μακάριε, ζητεῖς ἐκείνας, διʼ ὧν ἄλλος; ἄλλου κατόψεται τὴν διάνοιαν; ὁ γὰρ οἶνος ἡμᾶς ἀνοίγει καὶ δείκνυσιν οὐκ ἐῶν ἡσυχίαν ἄγειν, ἀλλʼ ἀφαιρῶν τὸ πλάσμα καὶ τὸν σχηματισμόν, ἀπωτάτω τοῦ νόμου καθάπερ παιδαγωγοῦ γεγονότων. Αἰσώπῳ μὲν οὖν καὶ Πλάτωνι, καὶ εἴ τις ἄλλος ἐξετάσεως τρόπου δεῖται, πρὸς τοῦτο χρήσιμον ὁ ἄκρατος· οἱ δὲ μηδὲν ἀλλήλους βασανίζειν δεόμενοι μηδὲ καταφωρᾶν ἀλλʼ ἢ χρῆσθαι φιλοφρόνως, τὰ τοιαῦτα προβλήματα καὶ τοὺςτοὺς] τοὺς τοιούτους? λόγους ἄγουσιεἰσάγουσι Emperius συνιόντεςem. Basileensis: συνιόντας, οἷς ἀποκρύπτεται τὰ φαῦλα τῆς ψυχῆςψυχῆς] τόχης mei, τὸ δὲ βέλτιστον ἀναθαρρεῖ καὶ τὸκαὶ τὸ eadem: καὶ τὸν μουσικώτατον, ὥσπερ ἐπὶ λειμῶνας οἰκείους καὶ νομὰς ὑπὸ φιλολογίας προερχόμενον. ὅθεν καὶ ἡμεῖς τρίτην δεκάδα ταύτην σοι πεποιήμεθα συμποτικῶν ζητημάτων, τὸ περὶ τῶν στεφάνων πρῶτον ἔχουσαν.