Thesauros Literature biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Book 3

6.1 νεανίσκοι τινὲς οὐ πάλαι τοῖς παλαιοῖς λόγοις προσπεφοιτηκότες ἐσπάραττον τὸν ἘπίκουρονἘπίκουρον] vid. Usener. p. 117, ὡς οὐ καλὸν οὐδʼ ἀναγκαῖον ἐμβεβληκότα λόγον περὶ καιροῦ συνουσίας εἰς τὸ Συμπόσιον μιμνήσκεσθαι γὰρ ἀφροδισίων ἄνδρα πρεσβύτερον ἐν δείπνῳ μειρακίων παρόντων καὶ διαπορεῖν, πότερον μετὰ δεῖπνον ἢ πρὸ δείπνου χρηστέον, ἐσχάτης ἀκολασίας εἶναι, πρὸς ταῦθʼ οἱ μὲν τὸν Ξενοφῶντα παρέλαβον ὡς ἀπάγοντα τοὺς συμπότας μετὰ δεῖπνον οὐχὶ πεζοὺς ἀλλʼοὐχὶ πεζοὺς ἀλλʼ *: οὐχι 4-5 Vd 8 E cf. Xen. Symp. fin. et Aesch. Pers. 19 οἱ μὲν ἐφ’ ἵππων οἱ δ’ ἐπὶ ναῶν ι πεζοί τε βάδην ἐφʼ ἵππων ἐπὶ συνουσίαςσυνουσίᾳ? πρὸς τὰς γυναῖκας. Ζώπυρος δʼ ὁ ἰατρός, εὖ μάλα τοῖς ἘπικούρουἘπίκουρον] vid. Usener. p. 117 λόγοις ἐνωμιληκώς, οὐκ ἔφη προσέχοντας αὐτοὺς ἀνεγνωκέναι τὸ Ἐπικούρου Συμπόσιον· οὐ γὰρ ὥσπερ ἐξ ἀρχῆς τινος καὶ καταστάσεως τοῦτο πρόβλημα ποιησάμενον εἶτα λόγους ἐπʼ αὐτῷ περαίνειν, ἀλλὰ τοὺς νέους ἀνιστάντα μετὰ δεῖπνον εἰς περίπατον ἐπὶ σωφρονισμῷ διαλέγεσθαι καὶ ἀνακρούεινκαὶ ἀνακρούσει R ἀπὸ τῶν ἐπιθυμιῶν, ὡς ἀεὶ μὲν ἐπισφαλοῦς εἰς βλάβην τοῦ πράγματος ὄντος, κάκιστακάκιστα S: μάλιστα δὲ τοὺς παρὰπαρὰ Turnebus: περὶ πότον καὶ ἐδωδὴν χρωμένους αὐτῷ διατιθέντος. εἰ δὲ δὴ καὶ προηγουμένως εἶπεν ἐζητεῖτο περὶ τούτου, πότερον οὐδʼ ὅλως ἐσκέφθαι καλῶς εἶχε τὸν φιλόσοφον περὶ συνουσίας καιροῦ καὶ ὥρας, ἢ βέλτιον μὲν ἐν καιρῷ καὶ μετὰ λογισμοῦ τὰ τοιαῦτα πράττειν, τὸν δὲ καιρὸν ἄλλως μὲν ἐπισκοπεῖν οὐκ ἄτοπονἄτοπον R: ἄπορον ἐνἐν] om. mei δὲ συμποσίῳ καὶ περὶ τράπεζαν αἰσχρόν; ἐμοὶ γὰρ δοκεῖ τοὐναντίον ἄν τις ἐγκαλέσαι φιλοσόφῳ, μεθʼ ἡμέραν ἐν τῇ διατριβῇ πολλῶν καὶ παντοδαπῶν ἀνθρώπων παρόντων περὶ τούτου διαλεγομένῳ· κύλικος δὲ προκειμένης ἐν συνήθεσι καὶ φίλοις, ἔνθα καὶ τὸ παραλέξαιπαραλέξαιobiter narrare bene habet μῦθον ἀμβλὺνἀμβλὺν ὄντα Doehnerus: ἀμβλύνοντα ὄντα καὶ ψυχρὸν ἐν οἴνῳἐν οἴνῳ] bene habet συμφέρει, πῶς αἰσχρὸν εἰπεῖν τι καὶ ἀκοῦσαι εἰς συνουσίας χρῆσιν ὠφελίμως λεγόμενον; ὡς ἔγωγε, νὴ τὸν κύνα, καὶ τοὺςτοὺς R: τοῦ Ζήνωνος ἂν ἐβουλόμην ἔφη διαμηρισμοὺςem. Salmasius: διαμερισμοὺς ἐν συμποσίῳ τινὶ καὶ παιδιᾷ μᾶλλον ἢ σπουδῆς τοσαύτης ἐχομένῳ συγγράμματι, τῇ Πολιτείᾳ, κατατετάχθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme