Thesauros Literature biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Book 3

6.2 πρὸς τοῦτο πληγέντες οἱ νεανίσκοι σιωπῇ κατέκειντο· τῶν δʼ ἄλλων τὸν Ζώπυρον ἀξιούντων τοὺς περὶ τούτου λόγους ἘπικούρουἘπικούρου] vid. Usener. p. 117 διελθεῖν, ἔφη τῶν μὲν κατὰ μέρος οὐκοὐκ Vulcobius ἀκριβῶς μνημονεύειν, οἴεσθαι δὲ τὸν ἄνδρα τὰς ἐκ τῆς συνουσίας πληγὰς δεδιέναι διὰ τὸν τῶν σωμάτων παλμὸν εἰς ταραχὴν καὶ σάλον ἐν τῷ τοιούτῳ βαδιζόντων. καθόλου μὲν γὰρ ἐξ ἕδρας τὰ σώματα μεθιστάναι πλήκτην ὄντα καὶ κινητικὸν ταραχῆς τὸν ἄκρατον· ἂν δʼ οὕτως ἔχοντα τὸν ὄγκον ἡμῶν γαλήνη μὴμὴ] om. mei παραλάβῃ καὶ ὕπνος, ἀλλʼ ἕτεραι διὰ τῶν ἀφροδισίων κινήσεις, ἐκθλιβομένων καὶ μοχλευομένωνκἀκμοχλευομένων Usenerus τῶν μάλιστα συνδεῖν καὶ κολλᾶν τὸ σῶμα πεφυκότων, κίνδυνός ἐστιν ἀνέδραστονem. Doehnerus ἀνάδαστον γίγνεσθαι τὸν ὄγκονὄγκον] οἴκον, ὥσπερὥσπερ] ὥσπερ οἶκον probabiliter Huttenus ἐκ θεμελίων γιγνόμενονγιγνόμενον] κινούμενον Turnebus. σειόμενον Duebnerus. Nihil opus· οὐδὲ γὰρ εὖ ῥεῖνεὖ ῥεῖν] εὐρεῖν mei τηνικαῦτα τὴν γονήν, σφηνώσεως διὰ τὴν πλησμονὴν οὔσης, ἀλλὰ βίᾳ καὶ συμπεφυρμένηνem. W: συμπεφυρμένον ἀποσπᾶσθαι· διὸ χρῆναί φησιν ὁ ἀνήρ, ὅταν ἡσυχία γένηται περὶ τὸ σῶμα καὶ λωφήσωσιν αἱ τῆς τροφῆς ἀναδόσεις καὶ τὰ ῥεύματαπνεύματα R διεξιούσης καὶ φευγούσηςφευγούσης] σφυδούσης Usenerus, τὰ τοιαῦτα πράττειν, πρὶνπρὶν R: ʽὑφʼ ἑτέρας αὖ πάλιν τροφῆς ἐνδεὲς γενέσθαι τὸ σῶμα· συμβάλλοιτο δʼ ἄν τιςlac. 5 Vd 3 P soli: ἴσως?· τῷ Ἐπικούρῳ καὶ τὸν ἰατρικὸνἰατρικὸν Turnebus: πατρικὸν λόγον. ὁὁ] οὐ mei γὰρ μεθʼ ἡμέραν καιρός, ἤδη τῆς πέψεως κρίσιν ἐχούσης, ἀσφαλέστερόςem. M: ἀσθενέστερον ἐστιν· ἡ δὲ μετὰ τὸ δεῖπνον ὁρμὴ πρὸς τὴν συνουσίαν οὐκ ἀκίνδυνος· ἄδηλον γὰρ εἰ, τῆς τροφῆς μὴ κρατηθείσης, ἀπεψία δέξαιτο τὸν ἐκ τῆς συνουσίας ἄραδονem. Doehnerus: ἄραβον καὶ παλμόν, ὥστε διττὴν τὴν βλάβην γενέσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme