Thesauros Literature biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Book 3

Διὰ τί γλεῦκος ἣκιστα μεθύσκει.

7.1 τοῦ νέου οἴνου Ἀθήνησι μὲν ἑνδεκάτῃ μηνὸς κατάρχονται, Πιθοίγιαem. Amyotus: πιθοινια τὴν ἡμέραν καλοῦντες· καὶ πάλαι γʼ ὡς ἔοικεν εὔχοντο, τοῦ οἴνου πρὶν ἢ πιεῖν ἀποσπένδοντες, ἀβλαβῆ καὶ σωτήριον αὐτοῖς τοῦ φαρμάκου τὴν χρῆσιν γενέσθαι. παρʼ ἡμῖν δʼ ὁ μὲν μὴν καλεῖται Προστατήριος, ἕκτῃ δʼ ἱσταμένου νομίζεται θύσαντας ἀγαθῷ Δαίμονι γεύεσθαι τοῦ οἴνου μετὰ ζέφυρον· οὗτος γὰρ μάλιστα τῶν ἀνέμων ἐξίστησι καὶ κινεῖ τὸν οἶνον, καὶ ὁ τοῦτον διαφυγὼν ἤδη δοκεῖ παραμένειν βέβαιοςβεβαίως R. ἔθυσεν οὖν ὁ πατὴρ ὥσπερ εἰώθει τὴν θυσίαν, καὶ μετὰ τὸ δεῖπνονTurnebus: τοῦ δείπνου, ἐπαινουμένουἐπαινουμένου] εἰσαγομένου R τοῦ οἴνου, τοῖς φιλοσοφοῦσι μειρακίοις μεθʼ ἡμῶν προύβαλε ζητεῖν λόγον, ὡςὡς] πῶς Vulcobius τὸ γλεῦκος ἣκιστα μεθύσκει. τοῖς μὲν οὖν πολλοῖς παράδοξον ἐφάνη καὶ ἄπιστον· ὁ δʼ Ἁγίας ἔφη τὸ γλυκὺ πανταχοῦ προσίστασθαι καὶ πλήσμιον εἶναι· διὸ καὶ γλεύκουςem. R: γλεῦκος οὐκ ἄν τινα πιεῖν ῥᾳδίως; ὅσον εἰς μέθην ἱκανόν ἐστιν· ἀπαγορεύειν γὰρ ἀηδίᾳ τὴν ὄρεξιν ἄχρι τοῦ μὴ διψῆν προελθοῦσανem. Vulcobius: προσελθοῦσαν. ὅτι δὲ τοῦ γλυκέος διαφέρει τὸ ἡδὺ καὶ τὸν ποιητὴν ἐπιστάμενον λέγειν τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέι οἴνῳ·Hom. ν 69 τὸν γὰρ οἶνον ἐν ἀρχῇ μὲν εἶναι γλυκύν, γίγνεσθαι δʼ ἡδὺν ὅταν εἰς τὸ αὐστηρὸν τῇ πέψει μεταβάλῃ παλαιούμενος.
7.2 Ἀρισταίνετος δʼ ὁ Νικαεὺς ἔν τισιν ἐνίοιςἐνίοις] ἔναγχος Turnebus γράμμασιν ἀνεγνωκὼς ἔφη μνημονεύειν, ὅτι γλεῦκος μιχθὲνγλεῦκος μιχθὴν scripsi cum Amyoto: γλυκὺς (prius ν in ras. Vd) μιχθεῖς cf. Aristot. p. 872 33b οἴνῳ παύει μέθην· τῶν δʼ ἰατρῶν τινας λέγειἔλεγεν Turnebus τοὺς πλέον πιόντας κελεύειν ἐμεῖνἐμεῖν W ex Macrob. 7, 7, 17, εἶθʼ, ὅταν μέλλωσι καθεύδειν, ἄρτον εἰς μέλι καταβάψαντας ἐμφαγεῖν ἔδοσανἔδοσαν sc. οἱ ἰατροί mutata constructione. εἴ τι οὖν αἱ γλυκύτητες ἀμβλύνουσι τὸντὸν * ἄκρατον, εἰκότως ὁ νέος οἶνος οὐ μεθύσκει, πρὶν ἂν ἡ γλυκύτης μεταβάλῃ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme