Book 4
6.2
πάντων οὖν κελευόντων καὶ δεομένων πρῶτον μέν ἔφη τῆς μεγίστης καὶ τελειοτάτης ἑορτῆς παρʼ αὐτοῖς ὁ καιρός ἐστι καὶ ὁ τρόπος Διονύσῳ προσήκων. τὴν γὰρ λεγομένην νηστείαν ἄγοντεςἄγοντες Madvigius ἀκμάζοντι τρυγητῷ τραπέζας τε προτίθενται παντοδαπῆς ὀπώρας ὑπὸ σκηναῖς καὶ καλιάσινκαλιάσιν Scaligerus: καθιᾶσιν ἐκ κλημάτων μάλιστα καὶ κιττοῦ διαπεπλεγμέναις· καὶ τὴν προτέραν τῆς ἑορτῆς σκηνὴν ὀνομάζουσιν. ὀλίγαις δʼ ὕστερον ἡμέραις ἄλλην ἑορτήν, οὐκ ἂνἂν] αὖ R διʼ αἰνιγμάτων ἀλλʼ ἄντικρυς Βάκχου καλουμένηνem. R: καλουμένου, τελοῦσιν. ἔστι δὲ καὶ κραδηφορίαem. Turnebus: κρατηροφορία τις ἑορτὴ καὶ θυρσοφορία παρʼ αὐτοῖς, ἐν θύρσους ἔχοντες εἰς τὸ ἱερὸν εἰσίασινεἰσιᾶσιν mei. εἰσελθόντες δέ, ὅ τι δρῶσιν, οὐκ ἴσμεν· εἰκὸς δὲ βακχείαν εἶναι τὰ ποιούμενα· καὶ γὰρ σάλπιγξι μικραῖς, ὥσπερ Ἀργεῖοι τοῖς Διονυσίοις, ἀνακαλούμενοι τὸν θεὸν χρῶνται· καὶ κιθαρίζοντες ἕτεροι προΐασινem. R: προσιᾶσιν, οὓς αὐτοὶ Λευίτας προσονομάζουσιν, εἴτε παρὰ τὸν Λύσιον εἴτε μᾶλλον παρὰ τὸν Εὔιον τῆς ἐπικλήσεως γεγενημένης. οἶμαι δὲ καὶ τὴν τῶν σαββάτων ἑορτὴν μὴ παντάπασιν ἀπροσδιόνυσον εἶναι. Σάβους γὰρ καὶ νῦν ἔτιὅτι mei πολλοὶ τοὺς Βάκχους καλοῦσι καὶ ταύτην ἀφιᾶσι τὴν φωνὴν ὅταν ὀργιάζωσι τῷ θεῷ· βεβαίωσιν δʼβεβαίωσιν δʼ *: 10 Vd 6 E σιν ἔστι δήπου καὶ παρὰ ΔημοσθένουςΔημοσθένους] 18, 260 λαβεῖν καὶ παρὰ ΜενάνδρουΜενανδρου] Kock. 3 p. 260. καὶ οὐκ ἀπὸ τρόπουτρόπου S: 4-5 Vd 3 E που τις ἂν φαίη τοὔνομα πεποιῆσθαι πρός τινα σόβησιντοὔνομα - σόβησιν Turnebus: τοῦ ἅμα πεποιῆσθαι πρὸς τὴν ἀσέβησιν, ἣ κατέχει τοὺς βακχεύοντας. αὐτοὶ δὲ τῷ λόγῳ μαρτυροῦσιν, ὅταν σάββατονσάββατον] τὸν Σάββάσιον R. Malim Σαβάζιον vel Σάβον τιμῶσι, μάλιστα μὲν πίνειν καὶ οἰνοῦσθαι παρακαλοῦντες ἀλλήλους· ὅταν δὲ κωλύῃ τι μεῖζον, ἀπογεύεσθαί γε πάντως ἀκράτου νομίζοντες. καὶ ταῦτα μὲν εἰκότα φαίη τις ἂν εἶναι· κατὰ κράτος δὲ τοὺς ἐναντίουςδὲ τοὺς ἐναντίους Madvigius: ἐν αὐτοῖς πρῶτον μὲν ὁ ἀρχιερεὺς ἐλέγχει, μιτρηφόρος τε προϊὼν ἐν ταῖς ἑορταῖς καὶ νεβρίδα χρυσόπαστον ἐνημμένος, χιτῶνα δὲ ποδήρη φορῶν καὶ κοθόρνους· κώδωνες δὲ πολλοὶ κατακρέμανται τῆς ἐσθῆτος, ὑποκομποῦντες ἐν τῷ βαδίζειν, ὡς καὶ παρʼ ἡμῖν· ψόφοις δὲ χρῶνται περὶ τὰ νυκτέλιανυκτέλια Turnebus: νῦν τέλεια, καὶ χαλκοκρότουςem. Madvigius: χαλκοκροδυστὰς τὰς τοῦ θεοῦ τιθήνας προσαγορεύουσι· καὶκαὶ] κᾷθʼ ὁ δεικνύμενος ἐν τοῖς ἐναντίοις τοῦ νεὼ θύρσοςνεὼ θύρσος *: νεωθύρσοις ἐντετυπωμένος καὶ τύμπανα· ταῦτα γὰρ οὐδενὶ δήπουθεν ἄλλῳ θεῶνθεῶν *: θεῷ ἢ Διονύσῳ προσῆκειem. M: προσήκειν. ἔτι τοίνυν μέλι μὲνμὲν] del. W οὐ προσφέρουσι ταῖς ἱερουργίαις, ὅτι δοκεῖ φθείρειν τὸν οἶνον κεραννύμενον, καὶ τοῦτʼ ἦν σπονδὴ καὶ μέθυ, πρὶν ἄμπελον φανῆναι. καὶ μέχρι νῦν τῶν τε βαρβάρων οἱ μὴ ποιοῦντες οἶνον μελίτειον πίνουσιν, ὑποφαρμάσσοντες τὴν γλυκύτητα οἰνώδεσι ῥίζαις καὶ αὐστηραῖς Ἕλληνές τε νηφάλια ταὐτὰταυτὰ Turnebus: ταῦτα καὶ μελίσπονδα θύουσιν, ὡς ἀντίθετον φύσιν μάλιστα τοῦ μέλιτος πρὸς τὸν οἶνον ἔχοντος, ὅτι δὲ τοῦτο νομίζουσι, κἀκεῖνο σημεῖον οὐ μικρόν ἐστι, τὸ πολλῶν τιμωριῶν οὐσῶν παρʼ αὐτοῖς μίαν εἶναι μάλιστα διαβεβλημένην, τὴν οἴνου τοὺς κολαζομένους ἀπείργουσαν, ὅσον ἂν τάξῃ χρόνον ὁ κύριος τῆς κολάσεως· τοὺς δʼ οὕτω κολα λείπει τὰ λοιπὰ τοῦ τετάρτουλαίπει τὰ λοιπὰ τοῦ τατάρτου corum lcoo spatium vacuum 12 fere versuum Vd 2 paginarum E.