Thesauros Literature biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Book 4

1.2 ἐπεὶ δʼ ἡμεῖς παυσάμενοι τοῦ δειπνεῖν προσεκαλούμεθα τὸν Φιλῖνον ἐπιθέσθαι τῇ κατηγορίᾳ τῆς ποικίλης τροφῆς, οὐκ ἐμός εἶπεν ὁ μῦθος ναυξκ. π. 511 ἀλλʼ οὑτοσὶ Φίλων ἑκάστοτε λέγει πρὸς ἡμᾶς, ὅτι πρῶτον μὲν τὰ θηρία τροφαῖς μονοειδέσι καὶ ἁπλαῖς χρώμενα μᾶλλον ὑγιαίνει τῶν ἀνθρώπων· ὅσα δὲ σιτεύουσι καθείρξαντες, ἐπισφαλῆ πρὸς τὰς νόσους ἐστὶ καὶ ῥᾳδίως ταῖς ὠμότησιν ἁλίσκεται διὰ τὸ μικτήν τινα καὶ συνηδυσμένην τροφὴν προσφέρεσθαι. δεύτερονδεύτερον δʼ?, οὐδεὶς γέγονεν οὕτω τῶν ἰατρῶν παράτολμος ἐν καινοτομίᾳ καὶ ἀνδρεῖος, ὥστε ποικίλην τροφὴν πυρέττοντι προσενεγκεῖν ἀλλὰ τὴν ἁπλῆν καὶ ἄκνισον ὡς ὑπήκοον μάλιστα τῇ πέψει προσφέρουσι. δεῖ γὰρ παθεῖν τὴν τροφὴν καὶ μεταβαλεῖν κρατηθεῖσαν ὑπὸ τῶν ἐν ἡμῖν δυνάμεων. κρατεῖ δὲ καὶ βαφὴ τῶν ἁπλῶν χρωμάτων μᾶλλον, καὶ μυρεψικοῖς φαρμάκοις τρέπεται τάχιστα τὸ ἀωδέστατονem. Turnebus: εὐωδέστατον ἔλαιον, καὶ τροφῆς εὐπαθέστατον ὑπὸ πέψεως μεταβάλλεινW: μεταβάλλει sed malim μεταβαλεῖν τὸ ἀφελὲς καὶ μονοειδές. αἱ δὲ πολλαὶ καὶ ποικίλαι ποιότητες ὑπεναντιώσεις ἔχουσαι καὶ δυσμαχοῦσαι φθείρονται πρότερονπικρότερον Madvigius. περιττότερον Bruhnius προσπίπτουσαι, καθάπερ ἐν πόλει μιγάδων καὶ συγκλύδων ἀνθρώπων πλῆθος, οὐ ῥᾳδίως μίαν οὐδʼ ὁμοπαθοῦσαν ἴσχουσαι κατάστασιν, ἀλλʼ ἑκάστη πρὸς τὸ οἰκεῖον ἀντιτείνουσα καὶ δυσσύμβατος οὖσα πρὸς τὸ ἀλλόφυλον. ἐμφανὲς δὲ τεκμήριον τὸ περὶ τὸν οἶνον· αἱ γὰρ ἀλλοινίαι λεγόμεναι τάχιστα μεθύσκουσιν, ἀπεψίᾳ δʼ οἴνου προσέοικεν ἡ μέθη. διὸ φεύγουσι τὸν μεμιγμένον οἶνον οἱ πίνοντες, οἱ δὲ μιγνύοντες πειρῶνται λανθάνειν ὡς ἐπιβουλεύοντες· ἐκστατικὸν γὰρ ἡ μεταβολὴ καὶ τὸτὸ R ἀνώμαλον. ὅθεν που καὶ τὰς πολυχορδίας μετὰ πολλῆς οἱ μουσικοὶ κινοῦσιν εὐλαβείας, αἷςαἷς X οὐδὲν ἄλλο κακὸν ἢ τὸ μικτόν ἐστι καὶ ποικίλον. ἐγὼ δʼ ἐκεῖνο ἔχω εἰπεῖνἐκεῖν’ εἰπεῖν ἔχω Benselerus, ὅτι μᾶλλον ἂν lac. 3-4 unus Vd dat. Fort ἀνοις (pro ἂν) i. e. ἀνθρώποις scribendum ἐκ λόγων ὑπεναντίων γένοιτʼ ἂν πίστις καὶ συγκατάθεσιςTurnebus: κατάθεσις ἢ πέψις ἐκ διαφόρων ποιοτήτων. εἰ δὲ δὴδὴ R: μὴ δοκῶ παίζειν, ταῦτʼ ἐάσας ἐπὶ τὰ Φίλωνος ἄνειμι. πολλάκις γὰρ ἀκούομεν αὐτοῦ λέγοντος, ὡς, ἐπεὶἐπεὶ W: ἐπὶ ποικίλῃποικίλῃ * ποιότητι τροφῆς γίγνεται τὸ δύσπεπτον, ἥ τετε * πολυμιγία βλαβερὸν καὶ γόνιμον ἀλλοκότων ποιοτήτων, δεῖδεῖ idem: καὶ δεῖ τὸ σύμφυλον ἐκ πείρας λαβόντα χρῆσθαι καὶ στέργειν· εἰ δὲ φύσει δύσπεπτον οὐδέν, ἀλλὰ πλῆθός ἐστι τὸ ταράσσον καὶ φθεῖρον, ἔτι μᾶλλον οἶμαι τὰ παντοδαπὰ ταῦτα καὶ ποικίλα φευκτέον, οἷς ἀρτίως ἡμᾶς ὁ Φίλωνος ὀψοποιὸς ὥσπερ ἀντίτεχνος αὐτοῦ κατεφάρματτεν, ἐξαλλάττων τῇ καινότητι καὶ μεταβολῇ τὴν ὄρεξιν οὐκ ἀπαγορεύουσαν, ἀλλʼ ἀγομένην ἐπʼ ἄλλα καὶ παρεκβαίνουσαν ἐν τῷ ποικίλῳ τὸ μέτριοντὸ μέτριον Turnebus: 4 Vd 6 E καὶ αὔταρκες, ὥσπερ ὁ τῆς Ὑψιπύλης*: ὥσπερ ὁ πύλης (ὡς 1-2 Vd P πύλης) cf. p. 93 d τρόφιμος lac. 4 Vd 16 E. Fort. καθήμενος vel καθεζόμενος νος ἕτερον ἀφʼ ἑτέραςἀφ’ ἑτέρας] sc. χειρός. Vd dat ἐφ ετέρας ἰέμενος unde scripserim ἐφ’ ἑτέρῳ vel ἐφ’ ἑτέροις αἰρόμενος cf. p. e. ἰέμενος ἄγρευμʼ ἀνθέων ἡδομένᾳ ψυχᾷἄγρευμ’ - ψυχᾷ * ex p. l.: ἄγρευμα ἀν συνηδομεναι ψυχαὶ, τὸ νήπιοντὸ νήπιον p. eadem: 2-3 Vd 14 E μηπιον ἄπληστος ἐώνἀπληστος ἐών] malim ἄπληστον ἔχων. Cf. Nauck. p. 595 ἐπὶ πλεῖστον ἐξανθίζεται τοῦ λειμῶνος. ἐνταῦθα δὲ καὶ τοῦ ΣωκράτουςΣωκράτους] Xen. Comment. 1, 3, 6 ἅμα μνημονευτέον, παρακελευομένου φυλάττεσθαι τῶν βρωμάτων, ὅσαὅσα *: οἶα τοὺς μὴ πεινῶντας ἐσθίειν ἀναπείθει, ὡς οὐδὲν ἀλλʼ ἢ τὸ παντοδαπὸν καὶ ποικίλον εὐλαβεῖσθαι καὶ δεδιέναι τῶν σιτίων παραινοῦντος. τοῦτο γὰρ πορρωτέρω ἐξάγει τῆς χρείας τὴν ἀπόλαυσιν ἐν θεάμασιν, ἐν ἀκροάμασιν, ἐν ἀφροδισίοις, ἐν παιδιαῖς ἁπάσαις καὶ διατριβαῖς, ἀναλαμβανομένην ὑπὸ τοῦ περιττοῦ πολλὰς ἀρχὰς ἔχοντος· ἐν δὲ ταῖς ἁπλαῖς καὶ μονοτρόποις ἡδοναῖς οὐ παρεκβαίνει τὴν φύσιν ἡ θέλξις. ὅλως δέ μοι δοκεῖ μᾶλλον ἄν τις ὑπομεῖναι πολυχορδίαν μουσικὸν ἐπαινοῦντα καὶ μυραλοιφίαν ἀλείπτην ἢ πολυοψίαν ἰατρόν· αἱ γὰρ ἐκτροπαὶ καὶ μεταβολαὶ τῆς εἰς ὑγίειανὑγίειαν * hic et infra: ὑγείαν εὐθείας ἐκβιβάζουσιem. R: ἐκβιάζουσι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme