Book 4
2.2
αὐτὸν μὲν οὖν ἐγὼ ἔφην τρόπον τινὰ τῷ λόγῳ δεξιὰν ὀρέγειν τὸν Ἀγέμαχον· οὐδὲν γὰρ ἒν γε τῷ παρόντι φαίνεσθαι πιθανώτερον, ἢἢ om. mei ὅτι ταῖς βρονταῖς πολλάκις ὕδωρ συνεκπίπτει γόνιμον. αἰτία δʼ ἡ τῆς θερμότητος ἀνάμιξις· τὸ μὲν γὰρ ὀξὺ καὶ καθαρὸν τοῦ πυρὸς ἄπεισιν ἀστραπὴ γενόμενον, τὸ δʼ ἐμβριθὲς καὶ πνευματῶδες ἐνειλούμενον τῷ νέφει καὶ συμμεταβάλλον ἐξαιρεῖem. Emperius: ἐξαιρεῖ τὴν ψυχρότητα καὶ συνεκπονεῖσυνεκπονεῖ *: συνεκπίνει cf. Xen. Cyr. 1, 2, 16: ἐκπονοῦντες τὸ ὑγρόν τὸ ὑγρόν· ὥστε μάλιστα τὸτὸ μάλιστα aut μάλιστα R προσηνὲς ἐνδύεσθαι τοῖς βλαστάνουσι καὶ ταχὺ παχύνειν. ἐπεὶ δὲ καὶ κράσεων ἰδιότητα καὶ χυμοῦ διαφορὰν ἐμποιεῖR: ἐμποιεῖν τὰ τοιαῦτα τοῖς ἀρδομένοιςἀρχομένοις mei· ὥσπερ αἵ τε δρόσοι γλυκυτέραν ποιοῦσι τοῖς θρέμμασι τὴν πόαν, καὶ τὰτα * τὴν ἶριν ἐξανθοῦντα νέφη, καθʼ ὧν ἂν ἐπερείσῃἂν ἐπερείσῃ] περ ἄν ὕσῃ W ξύλων, εὐωδίας ἀναπίμπλησι· καὶ ταύτῃ γνωρίζοντες οἱ παρʼ ἡμῖν ἰρίσκηπτα καλοῦσι, τὴν ἶριν*: ἱερεῖς αὐτὰ (ἐρίσκηπτα Salmasius); ἰρισκηπτα enim vocari debent ligna οἷς ἂν ἡ ἷρις ἐπισκήπτῃ ὑπολαμβάνοντες ἐπισκήπτειν πολλῷπολλῷ *: πολλῶν δὲ nam hinc incipit apodosis ad ἐπεὶ δὲ καὶ κεράσεων κἑ (vid. lin. 2) μᾶλλον εἰκός ἐστι τοῖς ἀστραπαίοις καὶ κεραυνίοις ὕδασι καὶ πνεύμασι καὶ θερμότησιν εἰς βάθος ἐλαυνομέναις τὴν γῆν στρέφεσθαι καὶ συστροφὰς ἴσχειν τοιαύτας καὶ χαυνότητας, ὥσπερ ἐν τοῖς σώμασι τὰ χοιραδώδη καὶ ἀδενώδη φύματα θερμότητές τινες καὶ ὑγρότητεςpost ὑγρότητες dat 3 litt. lac. unus Vd quae nulla esse vid. propter marg. αἱματώδεις ἐνδημιουργοῦσιν. οὐ γὰρ ἔοικε φυτῷφυτῷ Exemplum Turnebi: 3-4 Vd 7 E τῷ τὸ ὕδνον οὐδʼ ἄνευ ὕδατος ἔχει τὴν γένεσιν, ἀλλʼ ἄρριζον καὶ ἀβλαστέςἀβλαστὲς idem: 6-7 Vd 9 E ἐστιἐστι Vulcobius: ἔτι καὶ ἀπολελυμένον, τῷ καθʼ ἑαυτὸ σύστασινσύστασιν Ex. Turnebi: τὴν στάσιν ἐκ τῆς γῆς ἔχειν παθούσης τι καὶ μεταβαλούσης. εἰ δέ γε γλίσχροςἔφην ὁ λόγος ὑμῖν δοκεῖ, τοιαῦτά τοι τὰ πλεῖστα τῶν βρονταῖς καὶ κεραυνοῖς συνεπομένων· διὸ καὶ μάλιστα τοῖς πάθεσι τούτοις δόξα θειότητοςθειότης mei πρόσεστι.