Thesauros Literature biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Book 4

2.3 παρὼν δʼ ὁ ῥήτωρ Δωρόθεος ὀρθῶς ἔφη λέγεις· οὐ γὰρ μόνον οἱ πολλοὶ καὶ ἰδιῶται τοῦτο πεπόνθασιν, ἀλλὰ καὶ τῶν φιλοσόφων τινές. ἐγὼ γοῦν οἶδα, κεραυνοῦ παρʼ ἡμῖν εἰς οἰκίαν ἐμπεσόντος καὶ πολλὰ θαυμαστὰ δράσαντος οἶνόν τε γὰρ ἐκ πίθων διεφόρησε τοῦ κεράμου μηδὲν παθόντος, ἀνθρώπου τε καθεύδοντος διαπτάμενος οὔτʼ αὐτὸν ἠδίκησεν οὔτε τῆς ἐσθῆτος ἔθιγε, ζώνην δὲ χαλκοῦς ἔχουσαν ὑπεζωσμένου διέτηξε τὸ νόμισμαem. Turnebus: ὑπεζωσμένους τὸ νόμισμα idem: τονο 3-4 Vd 7-8 E μα πᾶν καὶ συνέχεε· φιλοσόφῳ δὲδὲ] δὴ Herwerdenus. Abesse malim ut προσελθόντα (fort. add. τινὰ) ab οἶδα pendeat παρεπιδημοῦντι Πυθαγορικῷ προσελθόντα καὶ διαπυνθανόμενον· τὸν δʼ ἀφοσιωσάμενον καὶ κελεύσαντα τὰτὰ W καθʼ ἑαυτὸν δρᾶνδρᾶν Doehnerus: ὁρᾶν καὶ προσεύχεσθαι τοῖς θεοῖς. ἀκούω δὲ καὶ στρατιώτου φυλάττοντος ἱερὸν ἐν Ῥώμῃ κεραυνὸν ἐγγὺς πεσόντα διακαῦσαι τῶν ὑποδημάτων τοὺς ἱμάντας, ἄλλο δὲ μηδὲν κακὸν ἐργάσασθαι· καὶ κυλιχνίωνκυλιχνίων Basileensis: λυχνίων ἀργυρῶν ξυλίνοις ἐγκειμένωνeadem: ἐγκειμένοις ἐλύτροις τὸν μὲνib. τὸ μὲν mei ἄργυρον συνιζῆσαι τακέντα, τὸ δὲ ξύλον ἄθικτον καὶ ἀπαθὲς εὑρεθῆναι. καὶ ταῦτα μὲν ἔξεστι πιστεύειν καὶ μή· πάντων δὲ θαυμασιώτατον, ὃ πάντες ὡς ἔπος εἰπεῖν ἴσμεν, ὅτι τῶν ὑπὸ κεραυνοῦ διαφθαρέντων ἄσηπτα τὰ σώματα διαμένει· πολλοὶ γὰρ οὔτε κάουσιν οὔτε κατορύττουσιν, ἀλλʼ ἐῶσι περιφράξαντες, ὥσθʼ ὁρᾶσθαι τοὺς νεκροὺς ἀσήπτους ἀεί· τὴν Εὐριπίδου Κλυμένην ἐλέγχοντας ἐπὶ τοῦ Φαέθοντος εἰποῦσαν φίλος δέ μοι Nauck. p. 612 ἄλουτοςἄλουτος Musgravius: ἀλλ’ οὗτος ib. φάραξι mei ἐν φάραγξι σήπεται νέκυς. ὅθεν οἶμαι καὶ τὸ θεῖον ὠνομάσθαι τῇ ὁμοιότητι τῆς ὀσμῆς, ἣν τὰ παιόμενα τοῖς κεραυνοῖς ἀφίησιν ἐκτριβομένην πυρώδη καὶ δριμεῖαν ὑφʼ ἧς ἐμοὶ δοκοῦσι καὶ κύνες καὶ ὄρνιθες ἀπέχεσθαι τῶν διοβλήτων σωμάτων. ἐμοὶ γὰρ ἄχρι τούτου τῆς αἰτίας ὥσπερ δάφνης παρατετρώχθωem. R: παρατετάχθω· τὰ δὲ λοιπὰ τοῦτον ἔφη παρακαλῶμενπαρακαλῶμεν] add. ἐπιμετρεῖν R, ἐπεὶ καὶ τοῖς ὕδνοις ἐνευημέρηκεν, ἵνα μὴ πάθωμεν τὸ τοῦ ἈνδροκύδουςἈνδροκύδους] cf. Athen. p. 341 a. ἐκεῖνος γὰρ ὧν ἐποίησε πάντων ἐναργέσταταAnonymus: ἐνεργέστερα καὶ κάλλιστακαὶ μάλιστα mei τοὺς περὶ τὴν Σκύλλαν ἰχθῦς ζωγραφήσας ἔδοξε τῷ πάθει μᾶλλον ἢ τέχνῃτέχνῃ] τῇ τέχνῃ R κεχρῆσθαι· φύσει γὰρ ἦν φίλοψος· οὕτω φήσειem. Ex. Turnebi: φησί τις καὶ ἡμᾶς ὑφʼ ἡδονῆς φιλοσοφήσανταςφιλοσοφήσαντας] φιλοσοφῆσαι τὰ W περὶ τῶν ὕδνων ἀμφισβητήσιμον ἐχόντων τὴν γένεσιν, ὡς ὁρᾶς lac. 3 Vd 4 P ἐν δὲ τούτοις ὑποκειμένης τῷ λόγῳ τῆς εὐπειθείας, καὶ τὴν αἰτίαν lac. 2-3 solus Vd. Fort. supplendum ὡς ὁρᾷς: ἐν δὲ τούτοις ὑποκειμένης τῷ λόγῳ τῆς εὐπαθείας καὶ τὴν αἰτίαν (sc. τῆς εὐπαθείας) ἐᾶν πρόδηλόν πως εἶναι πειθούσης προδήλῳ τῷ εἶναι πειθούσης.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme