Book 4
2.4
ἐμοῦ δὲ παρακελευομένου καὶ λέγοντος καιρὸνfort. ἐμοῦ δὲ παρακελευομένοις λέγοντος ἄκαιρον cett. εἶναι καθάπερ ἐν κωμῳδίᾳ μηχανὰς αἴροντα καὶ βροντὰς ἐμβάλλονταςἐμβάλλοντα mei παρὰ πότον διαλέγεσθαι περὶ κεραυνῶν, τὰ μὲν ἄλλα παρίεσανπάρεισι iidem συνομολογοῦντες, περὶ δὲ τῶν ἐν τοῖς καθεύδουσι μὴ κεραυνουμένων ἀκοῦσαί τι βουλόμενοι λιπαρεῖς ἦσαν. ἐμοὶ δὲ πλέον οὐδὲν ἐγίγνετο τῆς αἰτίας ἁψαμένῳ κοινὸν ἐχούσης τὸν λόγον· ὅμως δʼ οὖν ἔφην ὡς τὸ κεραύνιον πῦρ ἀκριβείᾳ καὶ λεπτότητι θαυμαστὸν ἐστιν, αὐτόθεν περὶ τὴν γένεσιν ἐκ καθαρᾶς καὶ ἁγνῆς ἔχον οὐσίας, καὶ πᾶν εἴ τι συμμίγνυται νοτερὸν ἢ γεῶδες αὐτῷ τῆς περὶ τὴνπερὶ τὴν] τὴν M: περιττὴν R κίνησιν ὀξύτητος; ἀποσειομένης καὶ διακαθαιρούσης. διόβλητον μὲν οὐδέν ὥς φησι ΔημόκριτοςΔημόκριτος] Mullach. 1 p. 359lac. 5 Vd 8 E παρʼ αἰθρίης στέγειν lac. 4-5 Vd 6 E. Supplet ὃ μὴ τὸ παρ’ αἰθ στέγει σέλας W. Malim οἶον μὴ τὸ π. αἰ. στέγειν λαμπρὸν (vel simile quid) σέλας σέλας. τὰ μὲν οὖν πυκνὰ τῶν σωμάτων, σίδηροςσίδηρος Turnebus: 5-7 Vd 7 E, χαλκός, ἄργυρος, χρυσόςχρυσὸς] idem: 5 Vd 6 E, ἀποστέγει καὶ φθείρεται καὶ τήκεται, πάσχοντα τῷ προσμάχεσθαι καὶ ἀντερείδεινἀντερείδειν Basileensis: 2-3 Vd. 7 E τερείδειν τῶν δʼ ἀραιῶν καὶ πολυπόρων καὶ χαλώντων ὑπὸ μανότητος ἀψαυστὶ διεκθεῖ, καθάπερ ἱματίωνem. X: καθαριματίων καὶ ξύλων αὔων· τὰ δὲ χλωρὰ κάει, τῆς ὑγρότητος ἀντιλαμβανομένης καὶ συνεξαπτομένης. εἴπερ οὖν τὸ τοὺς καθεύδοντας μὴ ἀποθνήσκειν ὑπὸ κεραυνῶν ἀληθές ἐστιν, ἐνταῦθα δεῖ ζητεῖν οὐκ ἀλλαχόθι τὴν αἰτίαν. μᾶλλον γὰρ ἔρρωται καὶ συνέστηκε καὶ ἀντερείδει τὰ σώματα τῶν ἐγρηγορότων, ἅτε δὴ πᾶσι τοῖς μέρεσι πεπληρωμένα πνεύματος· ὑφʼ οὗ καὶ τὰς αἰσθήσεις ἐπιστρέφοντος ὥσπερ ἐν ὀργάνῳ καὶ σφίγγοντος εὔτονον γέγονε καὶ συνεχὲς αὑτῷ καὶ πυκνὸν τὸ ζῷον. ἐν δὲ τοῖς ὕπνοις ἐξανεῖται, καὶ μανὸνκαὶ μανὸν] malim μανὸν ὂν καὶ ἀνώμαλονἀνώμαλον] ἀμαλὸν vel ἁπαλόν ἐστι R. Potius ἀνειμένον, nam adiectivum requiritur cui oppositum sit συνεχὲς καὶ ἄτονον καὶ διακεχυμένον, καὶ πόρους ἔσχηκε πολλούς, τοῦ πνεύματος ἐνδιδόντος; καὶ ἀπολείποντος, διʼ ὧν φωναί τε καὶ ὀσμαὶ διεκθέουσι μηδεμίαν αἴσθησιν ἑαυτῶν παρέχουσαι. τὸ γὰρ ἀντερεῖδον καὶ τῷ ἀντερείδειν πάσχον οὐκ ἀπαντᾷ τοῖς προσφερομένοις, ἣκιστα δὲ τοῖς ὑπὸ λεπτότητος καὶ ὠκύτητος τοιαύτης ὥσπερ ὁ κεραυνὸς διιπταμένοιςem. Turnebus: διισταμένοις Malim διαπταμένοις. τὰ μὲν γὰρ ἧττον ἰσχυρὰ δυσπαθείαις ἡ φύσις ἀμύνεται, σκληρότητας προβαλλομένη καὶ πυκνότητας· ὧν δʼ ἄμαχος ἡ δύναμίς ἐστιν, ὑπὸ τούτων ἧττον ἀδικεῖται τὰ εἴκοντα τῶν ἀνθισταμένων. πρόσλαβεπροσέλαβε mei δὲ τούτοις ἔφην οὔτι μικρὰνοὔτι μικρὰν *: ἔτι μικρὰν cf. οὔτι μικρῷ p. 784 d ἔκπληξιν πρὸς τὰ τοιαῦτα καὶ φόβον καὶ τάρβος, ὑφʼ ὧν πολλοὶ μηδὲν ἄλλο παθόντες αὐτῷ τῷ δεῖσαι ἀποθανεῖνmalim θανεῖν ἀπέθανον. καὶ γὰρ τὰ θρέμματα διδάσκουσι βροντῆς γενομένης οἱ ποιμένες εἰς ταὐτὸ συνθεῖν καὶ συννεύειν· τὰ γὰρ σποράδην ἀπολειφθέντα διὰ τὸν φόβον ἐκτιτρώσκει. καὶ μυρίους ἤδη τεθνηκότας ἰδεῖν ἔστιν ὑπὸ βροντῆς, οὐδὲν οὔτε πληγῆς; ἴχνος οὔτε καύσεως ἔχοντας, ἀλλʼ ὑπὸ φόβου τῆς ψυχῆς ὡς ἔοικεν ὄρνιθος δίκην ἀποπταμένης τοῦ σώματος πολλοὺς γάρ ὡς ὁ Εὐριπίδης φησὶ βροντῆς πνεῦμʼπνεῦμʼ] τραῦμʼ Theo Expos. rerum math p. 48, 3. πλῆγμʼ F. G. Schmidtius. Malim πῦρ quod cum πμʼ facile confundi potuit cf. Nauck. p. 677 ἄναιμον ὤλεσεκαὶ γὰργάρ] δὲ Theo ἄλλωςἄλλους mei τῶν αἰσθητηρίων ἡ ἀκοὴ παθητικώτατὸν ἐστι, καὶ μεγίστας οἱ διὰ ψόφου θόρυβοι καὶ φόβοι ταραχὰς ἐπιφέρουσιν ὧν τῷ καθεύδοντι πρόβλημα τὸ ἀναίσθητόν ἐστιν. οἱ δʼ ἐγρηγορότες καὶ ταῖς προπαθείαις ἀναλίσκονται καί, τοῦ δέους τὸ σῶμα συνδέοντος ὡς ἀληθῶς καὶ συνάγοντος καὶ πυκνοῦντος, ἰσχυρὰν ποιοῦσι τὴν πληγὴν τῷ ἀντερείδειν.