Book 5
4.2
ἐγὼ δʼ ἀνεμίμνησκον αὐτούς, ὅτι τῷ ζωρότερον τὸ θερμὸν ἔνιοι σημαίνεσθαι λέγουσι τῷ δὲ θερμοτέρῳ τὸ τάχιον· ὥσπερ ἡμεῖς ἐγκελευόμεθα πολλάκις τοῖς διακονοῦσι θερμότερον ἅπτεσθαι τῆς διακονίας. ἀλλὰ μειρακιώδη τὴν φιλοτιμίαν αὐτῶν ἀπέφαινον, δεδιότων ὁμολογεῖν ἀκρατότερον εἰρῆσθαι τὸ ζωρότερον, ὡς ἐν ἀτόπῳ τινὶ τοῦ Ἀχιλλέως; ἐσομένου καθάπερ ὁ Ἀμφιπολίτης Ζωίλος ὑπελάμβανεν, ἀγνοῶν ὅτι πρῶτον μὲν ὁ Ἀχιλλεὺς τὸν Φοίνικα καὶ τὸν Ὀδυσσέα πρεσβυτέρους ὄντας εἰδὼς οὐχ ὑδαρεῖ χαίροντας ἀλλʼ ἀκρατοτέρῳ καθάπερ οἱ ἄλλοι γέροντες, ἐπιτεῖναι κελεύει τὴν κρᾶσιν. ἔπειτα Χείρωνος ὢν μαθητὴς καὶ τῆς περὶ τὸ σῶμα διαίτης οὐκ ἄπειρος ἐλογίζετο δήπουθεν, ὅτι τοῖς ἀργοῦσι καὶ σχολάζουσι παρὰ τὸ εἰωθὸς σώμασιν ἀνειμένη καὶ μαλακωτέρα κρᾶσις ἁρμόζει. καὶ γὰρ τοῖς ἵπποις ἐμβάλλει μετὰ τῶν ἄλλων χορτασμάτων τὸ σέλινον οὐκ ἀλόγως, ἀλλʼ ὅτι βλάπτονται μὲν οἱ σχολάζοντες ἀσυνήθως; ἵπποι τοὺς πόδας· ἔστι δὲ τούτου μάλιστʼ ἴαμα τὸ σέλινον. ἄλλοις γοῦν οὐκ ἂν εὕροις παραβαλλόμενον ἵπποις ἐν Ἰλιάδι σέλινον ἤ τινα. τοιοῦτον χιλόν. ἀλλʼ ἰατρὸς ὢν ὁ Ἀχιλλεὺς τῶν θʼ ἵππων πρὸς τὸν καιρὸν οἰκείως ἐπεμέλετο*: ἐπεμελεῖτο καὶ τῷ σώματι τὴν ἐλαφροτάτην δίαιταν, ὡς ὑγιεινοτάτην ἐν τῷ σχολάζειν, παρεσκεύαζεν· ἄνδρας δʼ ἐν μάχῃ καὶ ἀγῶνι διʼ ἡμέρας γεγενημένους οὐχ ὁμοίως ἀξιῶν διαιτᾶν τοῖς ἀργοῦσιν ἐπιτεῖναι τὴν κρᾶσιν ἐκέλευσε. καὶ μὴν οὐδὲ φύσει φαίνεται φίλοινος ἀλλʼ ἀπηνὴς ὁ Ἀχιλλεύς οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν οὐδʼ ἀγανόφρων,Hom. Ψ 467ἀλλὰ μάλʼ ἐμμεμαώς· καί που παρρησιαζόμενος ὑπὲρ αὑτοῦ πολλάςI 325 φησὶν ἀύπνους νύκτας ἰαῦσαι· βραχὺς δʼ ὕπνος οὐκ ἐξαρκεῖ τοῖς χρωμένοις ἀκράτῳ. λοιδορούμενος δὲ τῷ Ἀγαμέμνονι πρῶτον αὐτὸν οἰνοβαρῆA 225 προσείρηκεν, ὡς μάλιστα τῶν νοσημάτων τὴν οἰνοφλυγίαν προβαλλόμενος. διὰ ταῦτα δὴ πάντα λόγον · εἶχεν αὐτὸν ἐννοῆσαι, τῶν ἀνδρῶν ἐπιφανέντων, μή ποτε ἡ συνήθης κρᾶσις αὐτῷ τοῦ οἴνου πρὸς ἐκείνους ἀνειμένη καὶ ἀνάρμοστός ἐστιν.
Περὶ τῶν πολλοὺς ἐπὶ δεῖπνον καλούντων.