Book 5
8.2
ταῦτα μὲν οὖν ἔφαμεν ἡμεῖς μετρίως λέγεσθαι· τοῦ δʼ Ἐμπεδοκλέους εἰρηκότος οὕνεκεν ὀψίγονοί τε σίδαι καὶ ὑπέρφλοιαὑπέρφλοα Karstenus. vid. Mullach. 1 p. 8 v. 287 μῆλα, τὸ μὲν τῶν σιδῶν ἐπίθετονἐπίθετον] add. ῥᾴδιον ἔφην (malim ἔφην ῥᾴδιον) R νοεῖν, ὅτι, τοῦ φθινοπώρου λήγοντος ἤδη καὶ τῶν καυμάτων μαραινομένων, ἐκπέττουσι τὸν καρπόν· ἀσθενῆ γὰρ αὐτῶν τὴν ὑγρότητα καὶ γλίσχραν οὖσαν οὐκ ἐᾷ λαβεῖν σύστασιν ὁ ἥλιος, ἂν μὴ μεταβάλλειν ὁ ἀὴρ ἐπὶ τὸ ψυχρότερον ἄρχηται· διὸ καὶ μόνον τοῦτό φησι Θεόφραστος τὸ δένδρον ἐν τῇ σκιᾷ βέλτιον ἐκπέττειν τὸν καρπὸν καὶ τάχιον. τὰ δὲ μῆλα καθʼ ἥντινα διάνοιαν ὁ σοφὸς ὑπέρφλοια προσειρήκοι, διαπορεῖνδεῖ διαπορεῖν R, καὶ μάλιστα τἀνδρὸς*: τοῦ ἀνδρὸς οὐ καλλιγραφίας ἕνεκα τοῖς εὐπροσωποτάτοις τῶν ἐπιθέτων, ὥσπερ ἀνθηροῖς χρώμασι, τὰ πράγματα γανοῦν εἰωθότος, ἀλλʼ ἕκαστον οὐσίας τινὸς ἢ δυνάμεως δήλωμα ποιοῦντος, οἷον ἀμφιβρότην χθόνα τὸ τῇ ψυχῇτῇ ψυχῇ Turnebus: τὴν ψυχὴν περικείμενον σῶμα, καί νεφεληγερέτην τὸν ἀέρα καὶ πολυαίματονπολυαίματον] vid. Mullach. 1 p. 9 vs. 306 et adnot. p. 12 vs. 415 τὸ ἧπαρ,