Thesauros Literature biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Book 5

8.3 εἰπόντος οὖν ἐμοῦ ταῦτα, γραμματικοί τινες ἔφασαν ὑπέρφλοια λελέχθαι τὰ μῆλα διὰ τὴν ἀκμήν· τὸ γὰρ ἄγαν ἀκμάζειν καὶ τεθηλέναι φλοίειν ὑπὸ τῶν ποιητῶν λέγεσθαι. καὶ τὸν ἈντίμαχονἈντίμαχον] cf. Kinkel. Fr. p. 287 οὕτω πως φλοίουσαν ὀπώραις εἰρηκέναι τὴν τῶν Καδμείων πόλιν· ὁμοίως τὸν Ἄρατον ἐπὶ τοῦ Σειρίου λέγοντα καὶ τὰ μὲν ἔρρωσενἔρωσε mei, τῶν δὲτῶν δὲ Salmasius ex Arat. Phaen. vs. 335: τὸν δὲ φλόον ὤλεσε πάντα, τὴν χλωρότητα καὶ τὸ ἄνθος τῶν καρπῶν φλόον προσαγορεύεινBasileensis: προσαγορεύων εἶναι δὲ καὶ τῶν Ἑλλήνων τινάς, οἳ Φλοίῳ Διονύσῳ θύουσιν. ἐπεὶ τοίνυν μάλιστα τῶν καρπῶν ἡ χλωρότης καὶ τὸ τεθηλέναι τῷ μήλῳ παραμένει, ὑπέρφλοιον αὐτὸ τὸν φιλόσοφον προσαγορεῦσαι. Λαμπρίας δʼ ὁ πάππος ἡμῶν ἔφη τὴν ὑπὲρ φωνὴν οὐ μόνον τἄγαν*: τὸ ἄγαν καὶ τὸ σφοδρὸν δηλοῦν, ἀλλὰ καὶ τὸ ἔξωθεν καὶ τὸ ἄνωθεν· οὕτω γάρ ὑπέρθυρον καὶ ὑπερῷον καλεῖν ἡμᾶς, τὸν δὲ ποιητὴν καὶ κρέʼ ὑπέρτεραHom. γ 65 passim τὰ ἔξω τοῦ ἱερείου, ὥσπερ ἔγκαταἔγκατα] Hom. Λ 176. P. 64 passim τὰ ἐντός. ὅρα τοίνυν ἔφη μὴ πρὸς τοῦτο μᾶλλον ὁ Ἐμπεδοκλῆς πεποίηκε τὸ ἐπίθετον, ὅτι, τῶν ἄλλων καρπῶν τὸ ἔξωθεντὸ ἔξωθεν] i. e. κατὰ τὸ ἔχωθεν ὑπὸ τοῦ φλοιοῦ περιεχομένων καὶ τὰ καλούμενα λεπύχανα καὶ κελύφη καὶ ὑμένας καὶ λοβοὺς ἐπιπολῆς; ἐχόντων, ὁ τοῦ μήλου φλοιὸς ἐντός ἐστι κολλώδης χιτὼν καὶ λιπαρός, ᾧ προσίσχεται τὸ σπέρμα· τὸ δʼ ἐδώδιμον, ἔξωθεν αὐτῷ περικείμενον, εἰκότως ὑπέρφλοιον ὠνόμασταιTurnebus: ὠνομάσθαι.

Τίς ἡ αἰτία, διʼ ἣν ἡ συκῆ δριμύτατον οὖσα δένδρον γλυκύτατον παρέχει τὸν καρπόν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme