Book 5
10.4
σιωπήσαντος δʼ ἐμοῦδ’ ἐμοῦ *: δέ μου, Φιλῖνος ὑπολαβών τὸ δὲ γόνιμον οὐ δοκεῖ σοι ἔφη θεῖον εἶναι, εἴπερ ἄρχει ὁ θεὸςἀρχὴ ὁ θεὸς M πάντων; ὁμολογήσαντος δʼ ἐμοῦδ’ ἐμοῦ *: δέ μουκαὶ μήν ἔφη τὸν ἅλα οὐκ ὀλίγον πρὸς γένεσιν συνεργεῖν οἴονται, καθάπερ αὐτὸς ἐμνήσθης τῶν Αἰγυπτίωνἐπὶ τῶν Αἰγυπτίων R· οἱ γοῦν τὰς κύνας φιλοτροφοῦντες, ὅταν ἀργότεραι πρὸς συνουσίαν ὦσιν, ἄλλοις τε βρώμασιν ἁλμυροῖς καὶ ταριχευτοῖς κρέασι κινοῦσι καὶ παροξύνουσι τὸ σπερματικὸν αὐτῶν ἡσυχάζον. τὰ δʼ ἁληγὰ πλοῖα πλῆθος ἐκφύει μυῶν ἄπλετον, ὡς μὲν ἔνιοι λέγουσι, τῶν θηλειῶν καὶ δίχα συνουσίας κυουσῶν, ὅταν τὸν ἅλα λείχωσιν· εἰκὸς δὲ μᾶλλον ἐμποιεῖν τὴν ἁλμυρίδα τοῖς μορίοις ὀδαξησμοὺςem. W: ὀδαξισμοὺς καὶ συνεξορμᾶν τὰ ζῷα πρὸς τοὺς συνδυασμούς. διὰ τοῦτο δʼ ἴσως καὶ κάλλος γυναικὸς τὸ μήτʼ ἀργὸν μήτʼ ἀπίθανον, ἀλλὰ μεμιγμένον χάριτι καὶ κινητικόν , ἁλμυρὸν καὶ δριμὺ καλοῦσιν. οἶμαι δὲ καὶ τὴν Ἀφροδίτην ἁλιγενῆ τοὺς ποιητὰς προσαγορεύειν καὶ μῦθον ἐπʼ αὐτῇ πεπλασμένον ἐξενεγκεῖν, ὡς ἀπὸ θαλάττης ἐχούσης τὴν γένεσιν, εἰς τὸ τῶν ἁλῶν γόνιμον αἰνιττομένους. καὶ γὰρ αὐτὸν τὸν Ποσειδῶνα καὶ ὅλωςκαὶ ὅλως W: ἀλλὰ καὶ ὅλως τοὺς πελαγικοὺς θεοὺς πολυτέκνους καὶ πολυγόνους ἀποφαίνουσιν. αὐτῶν δὲ τῶν ζῴων οὐδὲν ἂν χερσαῖον ἢ πτηνὸν εἰπεῖν ἔχοις οὕτω γόνιμον, ὡς πάντα τὰτὰ Emperius θαλάττια· πρὸς ὃ καὶ πεποίηκεν ὁ ἘμπεδοκλῆςἘμπεδοκλῆς] Mullach. 1 p. 7 vs. 256φῦλον ἄμουσον ἄγουσα πολυσπερέων καμασήνωνem. idem: καμασηνῶν.