Thesauros Literature biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Book 6

6.2 κομιδῇ γʼ ἔφην εἴπερ ἀληθές ἐστιν· οὐκ ἔχει δʼ οὕτως, ἀλλʼ αὑτοὺςαὐτοὺς mei παραλογιζόμεθα, θερμὸν εὐθὺςεὐθὺ iidem εἶναι τὸ θερμαῖνοντὸ θερμαῖνον Basileensis: τὸ θερμαίνει Malim γ’ ὃ θερμαίνει ὑπολαμβάνοντες· καὶ ταῦθʼ ὁρῶντες ὅτι ταὐτὸν ἱμάτιον ἐν χειμῶνι θερμαίνειν ἐν δʼ ἡλίῳ ψύχειν γέγονενγέγονεν Duebnerus: λέγομεν· ὥσπερ ἡ τραγικὴ τροφὸς ἐκείνη τὰ τῆς Νιόβης τέκνα τιθηνεῖται λεπτοσπαθήτωνem. S: λεπτὸς πάθη τῶν χλανιδίων ἐρειπίοις Nauck. p. 839 θάλπουσα καὶ ψύχουσα. Γερμανοὶ μὲν οὖν κρύους πρόβλημα ποιοῦνται τὴν ἐσθῆτα μόνον, Αἰθίοπες δὲ θάλπους μόνον, ἡμεῖς δʼ ἀμφοῖν. ὥστε τί μᾶλλον, εἰ θάλπει, θερμὴν ἤπερ ψυχρὰνἢ περίψυχρον Doehnerus ἀπὸ τοῦ περιψύχειν λεκτέον; εἰ δὲ δεῖ τῇ αἰσθήσει τεκμαίρεσθαι, μᾶλλον ἂν ψυχρὰ γένοιτο· καὶ γὰρ ὁ χιτὼν ψυχρὸς ἡμῖν προσπίπτει τὸ πρῶτον ἐνδυσαμένοις καὶ τὰ στρώματα κατακλινεῖσιν εἶτα μέντοι συναλεαίνει τῆς ἀφʼἀφʼ Psellus: ὑφʼ ἡμῶν πιμπλάμεναἐμπιπλάμενα idem θερμασίας, καὶ ἅμα μὲν περιστέλλοντα καὶ κατέχοντα τὸ θερμόν, ἅμα δʼ ἀπείργοντα τὸ κρύος καὶ τὸν ἔξωθενἔξωθεν Benselerus: ἐξω ἀέρα τοῦ σώματος. οἱ μὲν οὖν πυρέττοντες καυματιζόμενοι συνεχῶςσυχνῶς Doehnerus ἀλλάττουσι τὰ ἱμάτια τῷτῷ] τὸ mei ψυχρὸν εἶναι τὸ ἐπιβαλλόμενον ἂν δʼ ἐπιβληθῇ, παραχρῆμα γίγνεται θερμὸν ὑπὸ τοῦ σώματος. ὥσπερ οὖν ἡμᾶς θερμαινόμενον θερμαίνει θοἰμάτιον*: τὸ ἱμάτιον, οὕτω τὴν χιόνα ψυχόμενον ἀντιπεριψύχει· ψύχεται δʼ ὑπʼ αὐτῆς ἀφιείσηςPsellus: ἀφείσης πνεῦμα λεπτόν· τοῦτο γὰρ συνέχει τὴν πῆξιν αὐτῆς ἐγκατακεκλεισμένονidem: ἐγκατακείμενον· ἀπελθόντος δὲ τοῦ πνεύματος, ὕδωρ οὖσα ῥεῖ καὶ διατήκεται, καὶ ἀπανθεῖ τὸ λευκὸν ὅπερ ἡ τοῦ πνεύματος πρὸς τὸ ὑγρὸν ἀνάμιξις ἀφρώδης; γενομένη παρεῖχεν ἅμα τʼ οὖν τὸ ψυχρὸν ἐγκατέχεται περιστεγόμενον τῷ ἱματίῳ, καὶ ὁ ἔξωθεν ἀὴρ ἀπειργόμενος οὐ τέμνει τὸν πάγον οὐδʼ ἀνίησιν. ἀγνάπτοις δὲ τούτοιςτούτοις] add. χρῶνται W. Fort. add. περιστέλλουσι πρὸς τοῦτο διὰ τὴν τραχύτητα καὶ ξηρότητα τῆς κροκύδος οὐκ ἐώσης ἐπιπεσεῖν βαρὺ θοἰμάτιον*: τὸ ἱμάτιον οὐδὲ συνθλῖψαι τὴν χαυνότητα τῆς χιόνος· ὥσπερ καὶ τὸ ἄχυρον διὰ κουφότητα μαλακῶς περιπῖπτον οὐ θρύπτει τὸν πάγον, ἄλλως δὲ πυκνόν ἐστι καὶ στεγανόν, ὥστεὥστε] ὥσπερ mei καὶ τὴντὴν Leonicus θερμότητα τοῦ ἀέρος ἀπείργειν καὶ τὴν ψυχρότητα κωλύειν ἀπιέναι τῆς χιόνος. ὅτι δʼ ἡ τοῦ πνεύματος διάκρισις ἐμποιεῖ τὴν τῆξιν, ἐμφανές ἐστι τῇ αἰσθήσει τηκομένη γὰρ ἡ χιὼν πνεῦμα ποιεῖ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme