Thesauros Literature biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Book 6

7.2 καὶ ὁ Ἀριστίων γελάσας οὐκ ὠχριῶντʼ εἶπεν ὦ τᾶν, οὐδʼ ἀναίμον,R: ἀναίμονα, ἀλλὰ μειλίχιον καὶ ἡμερίδην, ἀπὸ τῆς ὄψεως αὐτῆς πρῶτον. σὺ δʼ ἀξιοῖς τοῦ νυκτερινοῦ καὶ μελαναιγίδος ἐμφορεῖσθαι, καὶ ψέγεις τὴν κάθαρσιν ὥσπερ χολημεσίαν διʼ ἧςδι’ ἧς M: εἰς τὸ βαρὺ καὶ μεθυστικὸν ἀφιεὶςἀφιει mei καὶ νοσῶδες ἐλαφρὸς καὶ ἄνευ ὀργῆς; ἀναμίγνυται ἡμῖν, οἷον Ὅμηρός φησι πίνειν τοὺς ἥρωας αἴθοπα γὰρ οὐ καλεῖ τὸν ζοφερόν, ἀλλὰ τὸν διαυγῆ καὶ λαμπρόν· οὐ γὰρ ἂν ὁ λέγωνλέγων] φλέγων codd.εὐήνορα καὶ νώροπα χαλκὸν αἴθοπα προσηγόρευεν. ὥσπερ οὖν ὁ σοφὸς Ἀνάχαρσις ἄλλʼ ἄττα τῶν Ἑλλήνων μεμφόμενος ἐπῄνει τῶν ἀνθρακέωντῶν ἀνθρακέων R: τὴν ἀνθρακιὰν ὅτι τὸν καπνὸν ἔξω καταλιπόντες οἴκαδε πῦρ κομίζουσιν· οὕτως ἡμᾶς ἐφʼ ἑτέροις ἂν ψέγοιτε μᾶλλον οἱ σοφοὶ ὑμεῖς. εἰ δὲ τοῦ οἴνου τὸ ταρακτικὸν καὶ ὀχλῶδες ἐξωθούμενοι καὶ ἀποσκεδάσαντες, αὐτὸν δʼ εὐφραίνοντεςεὐφραίνοντες] φαιδρύναντες W. ἐφηδύναντες? Vid. Symb. οὐ καλλωπίσαντες οὐδʼ ὥσπερ σιδήρου στόμωμα καὶ ἀκμὴν ἀποκόψαντες, ἀλλὰ μᾶλλον ὥσπερ ἰὸν ἢ ῥύπον ἀποκαθήραντες*: ἀποκαθάραντες προσφερόμεθα, τί πλημμελοῦμεν; ὅτι νὴ Δία πλέον ἰσχύει μὴ διηθούμενος. καὶ γὰρ ἄνθρωπος, ὦ φίλε, φρενετίζων καὶ μαινόμενος· ἀλλʼ ὅταν ἐλλεβόρῳ χρησάμενος ἢ διαίτῃ καταστῇ, τὸ μὲν σφοδρὸν ἐκεῖνο καὶ σύντονον οἴχεται καὶ γέγονεν ἐξίτηλον, ἡ δʼ ἀληθινὴ δύναμις καὶ σωφροσύνη παραγίγνεται τῷ σώματι· οὕτω δὴ καὶ ἡ κάθαρσις τοῦ οἴνου τὸ πληκτικὸν ἀφαιροῦσα καὶ μανικόν, εἰς πραεῖαν ἕξιν καὶ ὑγιαίνουσαν καθίστησι. περιεργίαν δʼ οἶμαι πάμπολυ διαφέρειν καθαριότητοςR: καθαρότητος· καὶ γὰρ αἱ γυναῖκες φυκούμεναι καὶ μυριζόμεναι καὶ χρυσὸν φοροῦσαι καὶ πορφύραν περίεργοι δοκοῦσι· λουτρὸν δὲ καὶ ἄλειμμα καὶ κόμης θρύψινῥύψιν Doehnerus οὐδεὶς αἰτιᾶται. χαριέντως δὲ τὴν διαφορὰν ὁ ποιητὴς ἐπιδείκνυσιν ἐπὶ τῆς κοσμουμένης Ἥρας ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἀθανάτοιοἀθανάτοιο] ἱμερόεντος HomerusHom. Ξ 170λύματα πάντα κάθηρενidem: καθῆρεν, ἀλείψατο δὲ λίπʼ ἐλαίῳ μέχρι τούτων ἐπιμέλεια καὶ καθαριότηςκαθαριότητος mei ἐστιν· ὅταν δὲ τὰς χρυσᾶς περόνας ἀναλαμβάνῃ καὶ τὰ διηκριβωμένα τέχνῃ ἐλλόβια καὶ τελευτῶσα τῆς περὶ τὸν κεστὸν ἅπτηται γοητείας, περιεργία τὸ χρῆμα καὶ λαμυρία μὴ πρέπουσα γαμετῇ γέγονεν. οὐκοῦν καὶ τὸν οἶνον οἱ μὲν ἀλόαις χρωτίζοντες ἢ κινναμώμοις καὶ κρόκοις ἐφηδύνοντες ὥσπερ γυναῖκα καλλωπίζουσιν εἰς τὰ συμπόσια καὶ προαγωγεύουσιν οἱ δʼ ἀφαιροῦντες τὸ ῥυπαρὸν καὶ ἄχρηστον ἐξ αὐτοῦ θεραπεύουσι καὶ καθαίρουσιν. ἐπεὶ πάντʼ ἂν εἴποις ταῦτα περιεργίαν, ἀρξάμενος ἀπὸ τοῦ οἴκου· τί γὰρ οὕτω κεκονίαται; τί δʼ ἀνέῳγε τοῦ περιέχοντος ὅθεν ἂν μάλιστα πνεῦμα λαμβάνοι καθαρὸν καὶ τοῦ φωτὸς ἀπολαύοι περιιόντοςπεριόντος mei ἐπὶ τὰς δύσεις; τί δὲ τῶν ἐκπωμάτων ἕκαστον ἐκτέτριπται καὶ διέσμηκται πανταχόθεν ὥστε λάμπειν καὶ περιστίλβειν; ἢ τὸ μὲν ἔκπωμʼ ἔδει μὴ ῥύπου μηδὲ μοχθηρίας ὀδωδὸς εἶναι, τὸ δʼ ἐξ αὐτοῦ πινόμενον εὐρῶτος ἢ κηλίδων ἀναπεπλῆσθαι; καὶ τί δεῖ τἄλλατἄλλα *: τὰ ἄλλα λέγειν; ἡ γὰρ αὐτοῦ τοῦ πυροῦ διαπόνησιςBasileensis: διαπνόησις εἰς τὸν ἄρτον οὐδὲν ἕτερον ἢ κάθαρσις οὖσα, θέασαι μεθʼ ὅσης γίγνεται πραγματείας· οὐ γὰρ μόνον ὑποσκαφισμοὶ καὶ διαττήσειςδιαττήσεις scripsi a διαττᾶν monente S: διαιτήσεις καὶ ἀποκρίσειςS: ἀποκρούσεις καὶ διακρίσεις εἰσὶ τῶν σιτίων καὶ τῶν ἀλλοτρίωνTurnebus: ἀλεκτρίων, ἀλλʼ ἡ τρῖψις ἐκθλίβουσα τοῦ φυράματος τὸ τραχὺ καὶ ἡ πέψις ἐξικμάζουσα τὸ ὑγρὸν καθαίρουσι καὶκαὶ καθαίρουσι καὶ mei συστέλλουσι τὴν ὕλην εἰς αὐτὸ τὸ ἐδώδιμον. τί οὖν ἄτοπον, εἰ καὶ τοῦ οἴνου τὸ τρυγῶδες ὡς κρίμνον ἢ σκύβαλον ἡ διήθησις ἐξαιρεῖDuebnerus: ἐξαίρει, μήτε δαπάνης τινὸς τῇ καθάρσει μήτʼ ἀσχολίας πολλῆς προσούσης;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme