Book 6
Διὰ τί ὁ ποιητὴς ἐπὶ μὲν τῶν ἄλλων ὑγρῶν τοῖς ἰδίοις ἐπιθέτοις χρῆται, μόνον δὲ τοὔλαιον* hic et infra: τὸ ἔλαιον ὑγρὸν καλεῖ.
9.1
ἠπορήθη ποτὲ καὶ διὰ τί πολλῶν ὑγρῶν ὄντων τὰ μὲν ἄλλα τοῖς ἰδίοις ἐπιθέτοις ὁ ποιητὴς εἰώθει κοσμεῖν, τὸ γάλα τε λευκὸν καὶ τὸ μέλι χλωρὸν καὶ τὸν οἶνον ἐρυθρὸν καλῶν, τὸ δʼ ἔλαιον ἀπὸἀπὸ R: ὑπὸ κοινοῦ τοῦκοινοῦ τοῦ] τοῦ κοινοῦ? πᾶσι συμβεβηκότος μόνον ἐπιεικῶς ὑγρὸν προσαγορεύει. εἰς τοῦτʼ ἐλέχθη, ὅτι ὡςὡς R: καὶ γλυκύτατόν ἐστι τὸ διʼ ὅλου γλυκύ, καὶ λευκότατον τὸ διʼ ὅλου λευκόν· διʼ ὅλου δὲ τοιοῦτόν ἐστιν, ᾧ μηδὲν ἐμμέμικται τῆς ἐναντίας φύσεως· οὕτω δὴδὴ R: δὲ καὶ τὸ ὑγρὸν μάλιστα ῥητέον, οὗ μηθὲν μέρος ξηρόν ἐστι· τοῦτο δὲ τῷ ἐλαίῳ συμβέβηκε.