Book 6
9.2
πρῶτον μὲνμὲν] μὲν γὰρ? ἡ λειότης αὐτοῦ τὴν ὁμαλότητα τῶν μορίων ἐπιδείκνυται· διʼ ὅλου γὰρ αὑτῷ συμπαθεῖ πρὸς τὴν ψαῦσινψαῦσιν X: ψύξιν. ἔπειτα τῇ ὄψει παρέχει καθαρώτατον ἐνοπτρίσασθαι· τραχὺ γὰρ οὐδέν ἐστιν ὥστε διασπᾶν τὴν ἀνταύγειαν, ἀλλʼ ἀπὸ παντὸς μέρους διʼ ὑγρότητα καὶ σμικρότατονκἂν σμικρότατον ᾗ? ἀνακλᾷ τὸ φῶς ἐπὶ τὴν ὄψιν· ὥσπερ αὖ τοὐναντίον, τὸ γάλα τῶν ὑγρῶν μόνον οὐκ ἐσοπτρίζειBasileensis: ἐσοπτρίζειν, πολλῆς ἀναμεμιγμένης αὐτῷ γεώδους συστάσεωςσυστάσεως] om. mei. ἔτι δὲ κινούμενον, ἥκιστα ψοφεῖ ψἑἶζῖ τῶν ὑγρῶν· ὑγρὸν γάρ ἐστι διʼ ὅλου· τῶν δʼτῶν δʼ Turnebus: τῶν ἄλλων ἐν τῷ ῥεῖν καὶ φέρεσθαι τὰ σκληρὰ καὶ γεώδη μέρηidem: μέτρα προσκρούσεις λαμβάνοντα καὶ πληγὰς ψοφεῖ διὰ τραχύτηταidem: βραχύτητα. καὶ μὴν μόνον ἄκρατητον διαμένει καὶ ἄμικτον· ἔστι γὰρ πυκνότατον οὐ γὰρ ἔχει μεταξὺ τῶν ξηρῶν καὶ γεωδῶν ἐν αὑτῷ μερῶν κενώματα καὶ πόρους, οἷς δέξεται τὸ παρεμπῖπτον ἀλλὰἀλλὰ idem: ἅμα διʼ ὁμοιότηταὁμαλότητα W τῶν μερῶν εὐάρμοστόνib. S: ἀνάρμοστον ἐστι καὶ συνεχές· ὅταν δʼ ἀφρίζῃ τοὔλαιον, οὐ δέχεται τὸ πνεῦμα διὰ λεπτότητα καὶ συνέχειαν. τοῦτο δʼ αἴτιον καὶ τοῦ τρέφεσθαι τὸ πῦρ ὑπʼ αὐτοῦ· τρέφεται μὲν γὰρ οὐδενὶ πλὴν ὑγρῷ, καὶ τοῦτο μόνον καυστόν ἐστιν· ἐκ γοῦν τῶν ξύλων ὁ μὲν ἀὴρ ἄπεισι καπνὸς γενόμενος, τὸ δὲ γεῶδες ἐκτεφρωθὲν ὑπολείπεται· μόνον δʼ ὑπὸ τοῦ πυρὸς τὸ νοτερὸν ἀναλοῦται· τούτῳ γὰρ τρέφεσθαι πέφυκεν. ὕδωρ μὲν οὖν καὶ οἶνος καὶ τὰ λοιπά, πολλοῦ μετέχοντα τοῦ θολεροῦ καὶ γεώδους, ἐμπίπτοντα τὴν φλόγα διασπᾷ καὶ τῇ τραχύτητι, καὶ τῷ βάρει θλίβει καὶ κατασβέννυσι· τὸ δʼ ἔλαιον, ὅτι μάλιστα εἰλικρινῶς ὑγρόν ἐστι, διὰ λεπτότητα μεταβάλλει καὶ κρατούμενον ἐκπυροῦται.