Thesauros Literature biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Book 6

10.1 ὁ Ἀριστίωνος εὐημέρειεὐημερεῖ mei παρὰ τοῖς δειπνοῦσι μάγειρος, ὡς τὰ τʼ ἄλλα χαριέντως ὀψοποιήσας καὶ τὸν ἄρτιἄρτι Doehnerus coll. Plin. 23, 130 τῷ Ἡρακλεῖ τεθυμένον ἀλεκτρυόνα παραθεὶς ἁπαλὸν ὥσπερ χθιζόν, νεαρὸν ὄντα καὶ πρόσφατον. εἰπόντος; οὖν τοῦ Ἀριστίωνος, ὅτι τοῦτο γίγνεται ταχέως, εἰ σφαγεὶς εὐθὺς ἀπὸ τῆς συκῆς κρεμασθείη, τὴν αἰτίαν ἐζητοῦμεν. ὅτι μὲν δὴ πνεῦμα τῆς συκῆς ἄπεισιν ἰσχυρὸν καὶ σφοδρόν, ἥ τʼ ὄψις ἐκμαρτυρεῖ καὶ τὸ περὶ τῶν ταύρων λεγόμενον, ὡς ἄρα συκῇ προσδεθεὶς ὁ χαλεπώτατος, ἡσυχίαν ἄγει καὶ ψαύσεως ἀνέχεται, καὶ ὅλως ἀφίησι τὸν θυμὸν ὥσπερ ἀπομαραινόμενονἀπομαραινόμενος Duebnerus. τὴν δὲ πλείστην αἰτίαν καὶ δύναμιν ἡ δριμύτης εἶχε· τὸ γὰρ φυτὸν ἁπάντων ὀπωδέστατον, ὥστε καὶ τὸ σῦκον αὐτὸ καὶ τὸ ξύλον καὶ τὸ θρῖονθρῖον Kaltwasserus: ἔργον ἀναπεπλῆσθαι· διὸ καόμενόν τε τῷ καπνῷ δάκνει μάλιστα καὶ κατακαυθέντος ἡ τέφρα ῥυπτικωτάτην παρέχει κόνινκονίαν X· ταὐτὰ δὲ πάντα θερμότητοςθερμότητος] δριμύτητος * * Doehnerus. καὶ τὴνκαὶ τὴν] ᾗ τὴν? πῆξιν ἐμποιεῖν τῷ γάλακτι τὸν ὀπὸν οἴονταί τινες, οὐοὐ] οὐ μόνον R σκαληνίᾳib. Basileensis: σκαλληνία σχημάτων περιπλέκοντα καὶ κολλῶντα τὰ μέρη τοῦ γάλακτος, ἐκθλιβομένων ἐπιπολῆς τῶν λείων καὶ περιφερῶνTurnebus: περιφέρων, ἀλλὰ καὶ ὑπὸ θερμότητος ἐκτήκοντα τοῦ ὑγροῦ τὸ ἀσύστατον καὶκαὶ] del. W ὑδατῶδες. τεκμήριονscr. vid. τεκμήριον δὲ καὶ τὸ οὐ χρηστὸν εἶναι γλυκὺ τὸν ὀπὸν δὲ καὶ τὸ ἄχρηστον γλυκὺ εἶναι τὸν ὀπόν, ἀλλὰ πωμάτων φαυλότατον· οὐ γὰρ τὸ λεῖον ὑπὸ τῶν σκαληνῶν*: σκαλλήνων Post hanc vocem quaedam intercidisse putat Doehnerus, ἀλλὰ τὸ ψυχρὸν ἔστη καὶἔστη καὶ] ἔστηκεν R ἄπεπτον ὑπὸ τῆς θερμότητος. καὶ πρὸς τοῦτο συνεργοῦσιν οἱ ἅλες· θερμοὶ γάρ εἰσι· πρὸς δὲ τὴν λεγομένην περιπλοκὴν καὶ σύνδεσιν ἀντιπράττουσι διάλυσιν διαλύειν γὰρ μάλιστα πεφύκασι. θερμὸν οὖν πνεῦμα καὶ δριμὺ καὶ τμητικὸν ἀφίησιν ἡ συκῆ· καὶ τοῦτο θρύπτει καὶ πεπαίνει τὴν σάρκα τοῦ ὄρνιθος. ταὐτὸDoehnerus: τὸ αὐτὸ δὲ πάσχει καὶ πυρῶν ἐντεθεὶς σιρῷidem: σωρῷ καὶ νίτρῳ συνημμένος, ὑπὸ θερμότητος. ὅτι δ’ ὁ πυρὸς ἔχει τι θερμόν, τεκμαίρονται τοῖς ἀμφορεῦσιν, ὧν ἐντιθεμένων εἰς σιρὸνσιρὸν Doehnerus σῖτον ἐξαναλίσκεταιib. ἐξίσταται R ταχέως ὁ οἶνος.
← Previous 22 / 22

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme