Book 7
4.6
ἐγὼ δὲ γελάσας ἐκεῖνον δʼ εἶπον ὦ ἑταῖρε, τὸν ἐκ τῆς παροιμίας ἀποκείμενον ἰχθῦν διὰ τίδιὰ τί] om. mei οὐχcf. Leutsch 2 p. 462 ἕλκομενἑλκόμενον iidem Fueratne οὐχ ἕλκομεν οὖν deleto διὰ τί? εἰς μέσον μετὰ τῆς Πυθαγορικῆς χοίνικος, ἐφʼ ἧς ἀπηγόρευε καθῆσθαι, διδάσκωνBasileensis: διδάσκοντος quod tamen ad Πυθαγόρου (ex Πυθαγορικῆς) referri potest ἡμᾶς ἀεί τι τοῦ παρόντος εἰς τὸ μέλλον ὑπολείπειν*: ὑπολιπεῖν καὶ τῆς αὔριον ἐν τῇ σήμερον μνημονεύειν; ἡμῖν μὲν οὖν τοῖς Βοιωτοῖς τὸ λεῖπέ τι καὶ Μήδοις διὰ στόματὸς ἐστιν, ἐξ οὗ Μῆδοι τήν τε Φωκίδα, καὶ τὰ ἔσχατα τῆς Βοιωτίας ἄγοντες καὶ φέροντες ἐπέτρεχον ἀεὶ δὲ καὶ· πανταχοῦ δεῖ πρόχειρον εἶναι τὸ λεῖπέ τι καὶ ξένοις ἐπελθοῦσιν ὡς ἔγωγε καὶ τοῦ Ἀχιλλέως κενὴν ἀεὶ καὶ λιμώδη καταλαμβανομένην αἰτιῶμαι τὴν τράπεζαν· τῶν τε γὰρ περὶ τὸν ΑἴανταΑἴαντα] cf. Hom. I 206 καὶ τὸν Ὀδυσσέα πρέσβεων ἀφικομένων, οὐδὲν ἔχων ἕτοιμον ἀναγκάζεται μαγειρεύειν ἐξ ὑπαρχῆς καὶ ὀψοποιεῖν τόν τε ΠρίαμονΠρίαμον] cf. Hom. Ω 621 φιλοφρονεῖσθαι βουλόμενος πάλιν ἀναΐξας ὄιν ἄργυφον σφάττει καὶ διαιρεῖδέρει M καὶ ὀπτᾷ, πολὺ μέρος περὶ ταῦτʼ ἀναλίσκων τῆς νυκτός. ὁ δʼ Εὔμαιος, ἅτε δὴ θρέμμα γεγονὼς σοφοῦ σοφόν, οὐ πράγματʼ εἶχε, τοῦ Τηλεμάχου ἐπιφανέντος, ἀλλʼ εὐθὺς ἑστιᾷ καθίσαντα, πίνακας κρεῶν παρατιθεὶς ὀπταλέων, ἃ ῥα τῇ προτέρῃ κατέλειπον ἔδοντες. Hom. π 50εἰ δὲ τοῦτο δόξει μικρόν, ἐκεῖνό γʼ οὐ μικρόν, τὸ συστέλλειν καὶ ἀνέχειν τὴν ὄρεξιν ἔτι παρούσης τῆς ἀπολαύσεως· ἧττον γὰρ ἐπιθυμοῦσι τῶν ἀπόντων οἱ ἐθισθέντες ἀπέχεσθαι τῶν παρόντων.
4.7
ὑπολαβὼν δʼ ὁ Λεύκιος ἔφη τῆς μάμμης ἀκηκοὼς μνημονεύειν, ὡς ἱερὸν μὲν ἡ τράπεζα, δεῖ δὲ τῶν ἱερῶν μηδὲν εἶναι κενόν. ἐμοὶ δʼ εἶπεν ἐδόκει καὶ μίμημα τῆς γῆς ἡ τράπεζʼ εἶναι· πρὸς γὰρ τῷ τρέφειν ἡμᾶς καὶ στρογγύλη καὶ μόνιμός ἐστι καὶ καλῶς ὑπʼ ἐνίων ἑστία καλεῖται. καθάπερ γὰρ τὴν γῆν ἀείαἰεὶ mei τι χρήσιμον ἔχειν καὶ φέρειν ἡμῖν ἀξιοῦμεν, οὕτως οὐδὲ τὴν τράπεζαν οἰόμεθα δεῖν κενὴν ὁρᾶν καὶ ἀνερμάτιστον ἀπολειπομένην.
ὅτι δεῖ μάλιστα τὰς διὰ κακομουσίας ἡδονὰς φυλάττεσθαι, καὶ πῶς φυλακτέον.