Book 7
5.2
ἀκρασίας μέν ἔφη καὶ αὐτὸς ἀπολύω τὸ φιλήκοον καὶ φιλοθέαμονφιλοθεάμον mei οὐ μὴν Ἀριστοξένῳ γε συμφέρομαι παντάπασι, ταύταις μόναις φάσκοντι ταῖς ἡδοναῖς τὸ καλῶς ἐπιλέγεσθαι. καὶ γὰρ ὄψα καλὰ καὶ μύρα καλοῦσι καὶ καλῶς γεγονέναι λέγουσι δειπνήσαντες ἡδέως καὶ πολυτελῶς. δοκεῖ δέ μοι μηδʼ ἈριστοτέληςἉριστοτέλης] 1117, 32b sqq. passim αἰτίᾳ δικαίᾳ τὰς περὶ θέαν καὶ ἀκρόασιν εὐπαθείας ἀπολύειν ἀκρασίας, ὡς μόνας ἀνθρωπικὰς οὔσας· ταῖς δʼ ἄλλαις καὶ τὰ θηρία φύσινφύσιν M: φυσὶν ἔχοντα χρῆσθαιib. *: χρᾶσθαι καὶ κοινωνεῖν. ὁρῶμεν γὰρ ὅτι καὶ μουσικῇ πολλὰ, κηλεῖται τῶν ἀλόγων, ὥσπερ ἔλαφοι σύριγξιν, ἵπποις δὲ μιγνυμέναιςμιγνυμέναις] add. οἶον ὑμέναιος ex Clem. p. 192 Pott. potius addenda erant post νόμος ἐπαυλεῖταιὑπαυλεῖται Cobetus νόμος, ὃν ἱππόθορον ὀνομάζουσιν ὁ δὲ ΠίνδαρόςΠίνδαρος] Bergk. 1 p. 458 φησι κεκινῆσθαι πρὸς ᾠδήν ἁλίου δελφῖνος ὑπόκρισιν· τὸν μὲν ἀκύμονος ἐν πόντου πελάγει αὐλῶν ἐκίνησʼ ἐρατὸν μέλος. ὀρχούμενοι δὲ τοὺς σκῶπαςσκῶπας R: ὦπας αἱροῦσιαἴρουσι mei, χαίροντας τῇ ὄψει καὶ μιμητικῶς ἅμα δεῦρο κἀκεῖσε τοὺς ὤμους συνδιαφέρονταςib. em. M: χαίροντες - συνδιαφέροντες. οὐδὲν οὖν ὁρῶ τὰς τοιαύτας ἡδονὰς ἴδιον ἐχούσας, ἢἢ Madvigius ὅτι μόναι τῆς ψυχῆς εἰσιν, αἱ δʼ ἄλλαι τοῦ σώματος καὶ περὶ τὸ σῶμα καταλήγουσι· μέλος δὲ καὶ ῥυθμὸς καὶ ὄρχησις καὶ ᾠδὴ παραμειψάμεναι τὴν αἴσθησιν, ἐν τῷ χαίροντι τῆς ψυχῆς ἀπερείδονται τὸ ἐπιτερπὲς καὶ γαργαλίζον. ὅθεν οὐδεμία τῶν τοιούτων ἡδονῶν ἀπόκρυφός ἐστιν οὐδὲ σκότους δεομένη καὶ τῶν τοίχων περιθεόντων, ὡς οἱ Κυρηναϊκοὶοἱ Κυρηναϊκοὶ Doehnerus: αἱ γυναῖκες λέγουσιν· ἀλλὰ καὶ στάδια ταύταις καὶ θέατρα ποιεῖται· καὶ τὸ μετὰ πολλῶν θεάσασθαί τι καὶ ἀκοῦσαι ἐπιτερπέστερόν ἐστι καὶ σεμνότερον, οὐκ ἀκρασίας δήπου καὶ ἡδυπαθείας ἀλλʼ ἐλευθερίου*: ἐλευθέρου vid. Symb. διατριβῆς καὶ ἀστείας μάρτυρας ἡμῶν ὅτι πλείστους λαμβανόντων.