Book 7
1.1
εἰσῆλθέ τινι τῶν συμποτῶν ὥρᾳ θέρους τουτὶ τὸ πρόχειρον ἅπασιν ἀναφθέγξασθαι τέγγε πλεύμονας οἴνῳ· τὸ γὰρ ἄστρον περιτέλλεται·Bergk. 3 p. 163 καὶ Νικίας ὁ Νικοπολίτης ἰατρὸς οὐδὲν ἔφη θαυμαστόν, εἰ ποιητικὸς ἀνὴρ Ἀλκαῖος ἠγνόησεν ὃ καὶ ΠλάτωνΠλάτων cf. Tim. p. 70e. 91a ib. καίτοι τὸ μὲν Ἀλκαίου - εὐπορήσειειν ἂν (malim εὐπορήσει’ ἂν) - ἀπολαύειν γὰρ ἰκμάδος Madvigius ὁ φιλόσοφος. καίτοι τὸντὸν] τὸ mei μὲν Ἀλκαῖον ἁμωσγέπωςR: ἄλλως γε πως εὐπορήσειν βοηθείας, ἀπολαύειν ἰκμάδος τὸν πλεύμονα, γειτνιῶντα τῷ στομάχῳ, καὶ διὰ τοῦτο τέγγεσθαι πιθανόν ἐστιν· ὁ δὲ φιλόσοφος οὑτωσὶ σαφῶς ἔφη γράψας διεξιέναι τὰ ποτὰποτὰ Turnebus: πολλὰ διὰ τοῦ πλεύμονος οὐδὲ τοῖς προθυμοτάτοις ἀμύνειν ἐπιχείρησιν ὑπὲρ αὑτοῦ πιθανὴν ἀπολέλοιπε. τὸ γὰρ ἀγνόημα μέγα. πρῶτον μέν, ὅτι τῆς ὑγρᾶς τροφῆς πρὸς τὴν ξηρὰν ἀναγκαίαν ἐχούσης τὴν ἀνάμιξιν, εἰκός ἐστι ταὐτὸν ἀμφοτέραις ἀγγεῖον ὑποκεῖσθαι τὸν στόμαχον εἰς τὴν κάτω κοιλίαν ἐκδιδόντα μαλακὸν καὶ διάβροχον τὸ σιτίον· ἔπειτα, τοῦ πλεύμονος λείου καὶ πυκνοῦ παντάπασι γεγονότος, πῶς τὸ σὺν κυκεῶνι πινόμενον ἄλφιτον διέξεισι καὶ οὐκ ἐνίσχεται; τουτὶ γὰρ Ἐρασίστρατος ὀρθῶς πρὸς αὐτὸν ἠπόρησε. καὶ μὴν ἐπί γε τῶν πλείστων τοῦ σώματος μορίων τὸ οὗ ἕνεκα τῷ λόγῳ μετιὼν, καὶ πρὸς ἣν ἕκαστον ἡ φύσιςφύσις] κρίσις mei χρείαν πεποίηκε βουλόμενος, ὥσπερ καὶ προσήκει τῷ φιλοσόφῳ, φρονεῖν, οὐκ εὖ παρίησιεὖ παρίησι] εὐπάριστον (εὐπάριτον) mei τὸ τῆς ἐπιγλωττίδος ἔργον, ἐπὶ τούτῳ τεταγμένοντεταγμένης R, ὅπως ἐν τῇ καταπόσει τῆς τροφῆς τὴν ἀρτηρίαν πιέζουσα κωλύῃ παρεμπεσεῖν ὁτιοῦν εἰς τὸν πλεύμονα· δεινὰς γὰρ ὑπὸ βηχὸς· ἴσχει τραχύτητας καὶ χαράξεις, ὅταν παρολίσθῃDuebnerus: παρολισθῇ, φερομένου τοῦ πνεύματος· ἡ δὲ μέταυλος αὕτηR: αὐτὴ κλίσιν ἐπʼ ἀμφότερα λαμβάνουσα, φθεγγομένων μέν, ἐπιπίπτει τῷ στομάχῳ· σιτουμένων δὲ καὶ πινόντων, τῇ ἀρτηρίᾳ, καθαρὸν τῷ πνεύματι τὸν δρόμον φυλάττουσα καὶ τὴν ἀναπνοήν. ἔτι τοίνυν ἔφη καὶ τοὺς ἀτρέμα πίνοντας ἴσμενἴσμεν M: ἴσμεν ὅτι τὰς κοιλίας ὑγροτέρας ἴσχοντας τῶν ἄθρουν ἐφελκομένων τὸ ὑγρόν· ὠθεῖὠθεῖ] θεῖ Madvigius γὰρ εὐθὺς εἰς κύστιν ὑπὸ ῥύμης διεξιόν· ἐκείνωςἐκείνως W: ἐκεῖνο δὲ μᾶλλον ἐνδιατρίβει τοῖς σιτίοις καὶ μαλάσσει, ὥστʼ ἀναμίγνυσθαι καὶ παραμένειν. οὐκ ἂν δὲ ταῦτα συνέβαινε διακρινομένων εὐθὺς ἐν τῇ καταπόσει τῶν ὑγρῶν ἀλλʼ οὐοὐ idem συμπλεκομένων ἡμῶν ἅμα καὶ συμπαραπεμπόντων τὸ σιτίον, οἷον ὀχήματι τῷ ὑγρῷ χρώμενον, ὡς ἔλεγεν Ἐρασίστρατοσ.