Book 7
8.3
δεξάμενος οὖν ὁ Διογενιανὸς ἀλλὰ καὶ τούτους ἔφη νήφοντας ἀκούω λόγους· ὥσθʼ ὁ οἶνος ἡμᾶς ἀδικεῖνἀδικεῖν Turnebus: εὐδοκιμεῖν aut εὐδοκεῖν οὐκ ἔοικεν οὐδὲ κρατεῖν. δέδια δὴ μὴ καὶ αὐτὸς εὐθύνας ὑπόσχω· καίτοικαὶ γάρ τοι R τὰ πολλὰ περικοπτέαπερικοπτέον? τῶν ἀκροαμάτων ἐστί· πρώτηνπρώτην τὴν Huttenus τραγῳδίαν, ὡς οὐ πάνυ τι συμποτικὸν ἀλλὰ σεμνότερον βοῶσαν καὶ σκευωρουμένην πραγμάτων ὑποκρίσεις πάθος ἐχόντων καὶ οἶκτον. ἀποπέμπω δὲ τῆς ὀρχήσεως τὴν Πυλάδειον, ὀγκώδη καὶ παθητικὴν καὶ πολυπρόσωπον οὖσαν· αἰδοῖ δὲ τῶν ἐγκωμίων ἐκείνων, ἃ ΣωκράτηςΣωκράτης] cf. Xen. Symp. 2, 16 περὶ ὀρχήσεως διῆλθε, δέχομαι τὴν Βαθύλλειον αὐτόθεν πέζαν τοῦ κόρδακος ἁπτομένην, Ἠχοῦς ἤ τινος Πανὸς ἢ Σατύρου σὺν Ἔρωτι κωμάζοντος ὑπόρχημά τιὑπόρχημά τι W ex Athen. p. 20e: ὑπορχήματος διατιθεμένηνδιατιθεμένην] ἀτιθεμένην mei. τῶν δὲ κωμῳδιῶν ἡ μὲν ἀρχαία διὰ τὴν ἀνωμαλίαν ἀνάρμοστος ἀνθρώποις πίνουσιν· ἥ τε γὰρ ἐν ταῖς λεγομέναις παραβάσεσιν αὐτῶν σπουδὴ καὶ παρρησία λίαν ἄκρατός ἐστι καὶ σύντονος, ἥ τε πρὸς τὰ σκώμματα καὶ βωμολοχίας εὐχέρεια δεινῶς κατάκορος καὶ ἀναπεπταμένη καὶ γέμουσα ῥημάτων ἀκόσμων καὶ ἀκολάστων ὀνομάτων· ἔτι δʼ ὥσπερ ἐν τοῖς ἡγεμονικοῖς δείπνοις ἑκάστῳ παρέστηκε τῶν κατακειμένων οἰνοχόος, οὕτω δεήσει γραμματικὸν ἑκάστῳ τὸ καθʼ ἕκαστον ἐξηγεῖσθαι, τίς ὁ ΛαισποδίαςM: λαισμοδίας cf. Kock. 1 p. 284 παρʼ Εὐπόλιδι καὶ ὁ ΚινησίαςΚινησίας] cf. Plat. Gorg. p. 501e παρὰ Πλάτωνι καὶ ὁ ΛάμπωνΛάμπων] vid. Suid. s. v. Athen. p. 344e παρὰ Κρατίνῳ, καὶ τῶν κωμῳδουμένων ἕκαστος· ὥστε γραμματοδιδασκαλεῖον ἡμῖν γενέσθαι τὸ συμπόσιον ἢ κωφὰ καὶ ἄσημα τὰ σκώμματα διαφέρεσθαι. περὶ δὲ τῆς νέας κωμῳδίας τί ἂνἂν Herwerdenus ἀντιλέγοι τιςἂν λέγοι τις Madvigius; οὕτω γὰρ ἐγκέκραταισυγκέκραται Cobetus τοῖς συμποσίοις, ὡς μᾶλλον ἂν οἴνου χωρὶς ἢ Μενάνδρου διακυβερνῆσαιδιακυβερνήσαι Duebnerus, alii alia; sed nihil opus cf. p. 645b τὸν πότον. ἥ τε γὰρ λέξις ἡδεῖα καὶ πεζὴ κατέσπαρται τῶν πραγμάτων, ὡς μήθʼ ὑπὸ νηφόντων καταφρονεῖσθαι μήτʼ οἰνωμένουςnoli ᾠνωμένους corrigere ἀνιᾶν· γνωμολογίαι τε χρησταὶ καὶ ἀφελεῖς ὑπορρέουσαι καὶ τὰ σκληρότατα τῶν ἠθῶν ὥσπερ ἐν πυρὶ τῷ οἴνῳ μαλάττουσι καὶ κάμπτουσι πρὸς τὸ ἐπιεικέστερονem. Emperius: ἐπιεικέστατον· ἥ τε τῆς σπουδῆς πρὸς τὴν παιδιὰν ἀνάκρασις ἐπʼ οὐδὲν ἂν πεποιῆσθαι δόξειεν ἀλλʼἄλλη mei ἢ πεπωκότων καὶ διακεχυμένων ἡδονὴν ὁμοῦ καὶ ὠφέλειαν. ἔχει δὲ καὶ τὰ ἐρωτικὰ παρʼ αὐτῷ καιρὸν πεπωκόσιν ἀνθρώποις, καὶ ἀναπαυσομένοις μετὰ μικρὸν ἀπιοῦσι παρὰ τὰς ἑαυτῶν γυναῖκας· οὔτεοὔτε γὰρ? παιδὸς ἔρως ἄρρενός ἐστιν ἐν τοσούτοις δράμασιν, αἵ τε φθοραὶ τῶν παρθένων εἰς γάμον ἐπιεικῶς καταστρέφουσι· τὰ δὲ πρὸς ἑταίρας, ἂν μὲν ὦσιν ἰταμαὶἰταμαὶ Turnebus: ἱκαναὶ καὶ θρασεῖαι, διακόπτεται σωφρονισμοῖς τισιν ἢ μετανοίαις τῶν νέων· ταῖς δὲ χρησταῖς καὶ ἀντερώσαις ἢ πατήρ τις ἀνευρίσκεται γνήσιος, ἢ χρόνος τις ἐπιμετρεῖται τῷ ἔρωτι, συμπεριφορὰν αἰδοῦς· ἔχων φιλάνθρωπον. ταῦτα δʼ ἀνθρώποις ἄλλο μὲν τι πράττουσιν ἴσως οὐδεμιᾶς σπουδῆς ἄξιά ἐστίν· ἐν δὲ τῷ πίνειν οὐ θαυμάσαιμʼ ἄν, εἰ τὸ τερπνὸν αὐτῶν καὶ γλαφυρὸν ἅμα καὶ πλάσιν τινὰ καὶ κατακόσμησιν ἐπιφέρει, συνεξομοιοῦσαν τὰ ἤθη τοῖς ἐπιεικέσι καὶ φιλανθρώποις.