Thesauros Literature biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Book 7

ὅτι βουλεύεσθαι παρὰ πότον οὐχ ἧττον ἦν Ἑλληνικὸν ἢ Περσικόν.

9.1 περὶ ὧν ἔμελλον ἐκκλησιάζειν Ἀθηναῖοι λόγος ἦν παρὰ τὸ δεῖπνον, ἑστιῶντος ἡμᾶς Νικοστράτου· καί τινος εἰπόντος ὡςὡς] del. RΠερσικὸν πρᾶγμα ποιοῦμεν, ὦ ἄνδρες, βουλευόμενοι παρʼ οἶνον·τί μᾶλλον ἔφη ὁ Γλαυκίας ὑπολαβών ἢἢ Basileensis Ἑλληνικόν; Ἕλλην μὲν γὰρ ἦν ὁ εἰπών γαστρὸς ἀπὸ πλείης βουλὴ καὶ μῆτις ἀμείνων·cf. p. 700e Ἕλληνες δὲ σὺν Ἀγαμέμνονι Τροίαν ἐπολιόρκουν, οἷς φαγοῦσι καὶ πιοῦσιν ὁ γέρων πάμπρωτονπάμπρωτος idem ὑφαίνειν ἤρχετο μῆτιν;Hom. H 324 ἐπʼ αὐτὸ τοῦτο τῆς κλήσεως καὶκαὶ] del. R τῶν ἀρίστων εἰσηγητὴς τῷ βασιλεῖ γενόμενος, δαίνυ δαῖτα γέρουσι,Hom. I 70πολλῶν γάρ τοι φησίν ἀγρομένων τῷ πείσεαι, ὅς κεν ἀρίστην βουλὴν βουλεύσῃ.ib. 74 διὸ καὶ τὰ πλείστῃem. W: πλεῖστα χρησάμενα τῆς Ἑλλάδος εὐνομίᾳ γένη καὶ μάλιστα φιλοχωρήσαντα περὶ τοὺς ἀρχαίους ἐθισμοὺς,· ἐν οἴνῳ τὰς ἀρχὰς συνεῖχε. τὰ γὰρ παρὰ Κρησὶν Ἀνδρεῖα καλούμενα, παρὰ δὲ Σπαρτιάταις ΦιδίτιαBasileensis: φιλίτια, βουλευτηρίων ἀπορρήτων καὶ συνεδρίων ἀριστοκρατικῶν τάξιν εἶχεν, ὥσπερ οἶμαι καὶ τὸ ἐνθάδε Πρυτανεῖον καὶ Θεσμοθετεῖον*: θεσμοθέσιον οὐ πόρρω δὲ τούτων ὁ νυκτερινὸς σύλλογος παρὰ ΠλάτωνιΠλάτωνι de Legg p. 968a τῶν ἀρίστων καὶ πολιτικωτάτων ἀνδρῶν ἐστιν, ἐφʼ ὃν ἀναπέμπεται τὰ μέγιστα καὶ πλείστης ἄξια φροντίδος. οἱ δὲ τῷ Ἑρμῇ πυμάτῳ σπένδοντες, ὅτε μνησαίατο κοίτου,Hom. η 138 ἆρʼ οὐκ εἰς ταὐτὸταὐτὸ *: τὸ αὐτὸ συνάγουσι τῷ οἴνῳ τὸν λόγον; ὡς γοῦν παρόντι καὶ συνεπισκοποῦντι τῷ φρονιμωτάτῳ θεῷ, πρῶτον ἀπαλλαττόμενοι προσεύχονται. οἱ δὲ πάμπαν ἀρχαῖοι ὡς οὐδὲ τοῦ Ἑρμοῦ δεόμενον τὸν Διόνυσον αὐτὸν Εὐβουλῆ καὶ τὴν νύκτα διʼ ἐκεῖνον εὐφρόνην προσεῖπονπροσεῖπεν mei.

Εἰ καλῶς ἐποίουν βουλευόμενοι παρὰ πότον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme