Book 7
1.3
γενομένης οὖν ἐπὶ τῷ λόγῳ σιωπῆς, ὁ Φλῶρος εἶπεν οὕτωςεἶθ’ οὕτως Rὑφησόμεθα τοῦ Πλάτωνος ἐρήμην ὀφλισκάνοντος;οὐχ ἡμεῖς γʼ ἔφην ἐγώ· προησόμεθα γὰρ ἅμα τῷ Πλάτωνι καὶ τὸν Ὅμηρον, ὃς τοσοῦτον ἀποδεῖἀποδεῖ *: ἀποδέει τοῦ τὸ ὑγρὸν ἀπελαύνειν καὶ ἀποστρέφειν τῆς ἀρτηρίας, ὥστε καὶ τὸ σιτίον ὁμοῦ συνεκβαλεῖν ἐνταῦθα. φάρυγοςφάρυγγος mei ʽ γάρ φησινʼ ἐξέσσυτο οἶνος, ι 373ψωμοὶ τʼ ἀνδρόμεοι· χωρὶς εἰ μὴ τὸν Κύκλωπα φήσει τις ὥσπερ ὀφθαλμὸν σχεῖνσχεῖν R: ἔχει ἕνα καὶ πόρον τροφῆς καὶ φωνῆς τὸν αὐτόν· ἢ τὸν φάρυγγα φήσει στόμαχον εἰρῆσθαι καὶ μὴ βρόγχον, ὥσπερ ὑπὸ πάντων καὶ πάλαι καὶ νῦν ὠνόμασται. ταῦτα δʼ οὐκ ἀπορίᾳ μαρτύρων, ἀλλʼ ὑπὸ τῆς ἀληθείας ἐπηγαγόμην ἐπεὶ μάρτυρὲς γε τῷ Πλάτωνι πολλοί τε κἀγαθοὶ πάρεισιν. Εὔπολιν μὲν γάρ, εἰ βούλει, πάρες ἐν Κόλαξιν εἰπόντα πίνειν γὰρ ὁὁ] αὐτὸν Grotius Πρωταγόρας ἐκέλευσʼib. ἐκέλευσʼ scripsi ex ἐκέλευσεν Vd, ἵνα Kock. 1 p. 297 πρὸ τοῦτοῦ Turnebus (cf. Athen. p. 22 f. Macrob. 7, 15, 22): τὸν κυνὸς τὸν πλεύμονʼ ἔκκλυστονib. ἔκκλυστον R: ἔκλυρον φορῇ· πάρες δὲ καὶ τὸν κομψὸν Ἐρατοσθένην λέγοντα καὶ βαθὺν ἀκρήτῳ πνεύμονα τεγγόμενος· ΕὐριπίδηςΕὐριπίδης] Nauck. p. 677 δὲ σαφῶς δήπου λέγων οἶνος περάσας πλευμόνων διαρροάς δῆλός ἐστιν Ἐρασιστράτου βλέπων τι ὀξύτερον· εἶδε γὰρ ὅτι σήραγγας ὁ πλεύμων ἔχει καὶ πόροις κατατέτρηται , διʼ ὧν τὸ ὑγρὸν διίησιν. οὐ γὰρ τὸ πνεῦμα πόρων ἐδεῖτο πρὸς τὴν ἐξαγωγήν, ἀλλʼ ἕνεκα τῶν ὑγρῶν καὶ τῶν τοῖς ὑγροῖς συμπαρολισθαινόντων γέγονεν ἠθμοειδὴςἡθυμοειδὴς mei καὶ πολύπορος. καὶ οὐδὲν ἧττον, ὦ μακάριε, τῷ πλεύμονι προσῆκόν ἐστιν ἢ τῷ στομάχῳ συνεκδιδόναι τὸ ἄλφιτον καὶ τὸ κρίμνον οὐδὲ γὰρ ὁ στόμαχος ἡμῶν λεῖος, ὥς τινεςὥς τινες οἴονται?, οὐδʼ ὀλισθηρός, ἀλλʼ ἔχει τραχύτητας, αἷς εἰκός ἐστι τὰ λεπτὰ καὶ μικρὰ περιπίπτοντα καὶ προσισχόμενα διαφεύγειν τὴν κατάποσιν. ἀλλʼ οὔτε τοῦτο λέγειν οὔτʼ ἐκεῖνο καλῶς ἔχον ἐστίν· ἡ γὰρ φύσις οὐκ ἐφικτὸν ἔχει τῷ λόγῳ τὸ περὶ τὰς ἐνεργείας εὐμήχανον· οὐδʼ ἔστι τῶν ὀργάνων αὐτῆς τὴν ἀκρίβειαν οἷς χρῆται λέγω δὲ τὸ πνεῦμα καὶ τὸ θερμόν ἀξίως διελθεῖν. ἔτι δὴ τῶν μαρτύρων τῷ Πλάτωνι προσκαλοῦμαι Φιλιστίωνά τε τὸν Λοκρόν, εὖ μάλα παλαιὸν ἄνδρα καὶ λαμπρὸν ἀπὸ τῆς τέχνης ὑμῶν γενόμενον; καὶ Ἱπποκράτη καὶ Διώξιππον τὸν Ἱπποκράτειον οὗτοι γὰρ οὐχ ἑτέραν ὁδόν, ἀλλʼ ἣν Πλάτων, ὑφηγοῦνται τοῦ πώματοςR: στόματος. ἥ γε μὴν πολυτίμητος ἐπιγλωττὶς οὐκ ἔλαθε τὸν Διώξιππον, ἀλλὰ περὶ ταύτην φησὶ τὸ ὑγρὸν ἐν τῇ καταπόσει διακρινόμενον εἰς τὴν ἀρτηρίαν ἐπιρρεῖν, τὸ δὲ σιτίον εἰς τὸν στόμαχον ἐπικυλινδεῖσθαι καὶ τῇ μὲν ἀρτηρίᾳ τῶν ἐδωδίμων μηδὲν παρεμπίπτειν, τὸν δὲ στόμαχον ἅμα τῇ ξηρᾷ τροφῇ καὶ τῆς ὑγρᾶς ἀναμιγνύμενόν τι μέρος ὑποδέχεσθαι, πιθανὸν γάρ ἐστι τὴν μὲνμὲν M: μ̀εν γὰρ ἐπιγλωττίδα τῆς ἀρτηρίας προκεῖσθαι διάφραγμα καὶ ταμιεῖον, ὅπως ἀτρέμα καὶ κατʼ ὀλίγον διηθῆται τὸ ποτόν, ἀλλὰ μὴ ταχὺ μηδʼ ἄθρουν ἐπιρρακτὸνR: ἐπιρραγκτὸν ἀποβιάζηται τὸ πνεῦμα καὶ διαταράττῃ. διὸ τοῖς ὄρνισιν οὐ γέγονεν ἐπιγλωσσὶς οὐδʼ ἔστιν· οὐδὲ γὰρ σπῶντες οὐδὲ λάπτοντες, ἀλλὰ κάπτοντες καὶκαὶ R κατʼ ὀλίγον διιέντες*: διέντες τὸ ποτὸν ἡσυχῆ τὴν ἀρτηρίαν διαίνουσι καὶ τέγγουσι. μαρτύρων μὲν οὖν ἅλις. ὁ δὲ λόγος τῷ Πλάτωνι πρῶτον ἐκ τῆς αἰσθήσεως ἔχει τὴν πίστιν. τῆς γὰρ ἀρτηρίας τρωθείσης, οὐ καταπίνεται τὸ ὑγρόν, ἀλλʼ ὥσπερ ὀχετοῦ διακοπέντος, ἐκπῖπτον ἔξω καὶ ἀποκρουνίζον ὁρᾶται, καίπερ ὑγιοῦς καὶ ἀκεραίου τοῦ στομάχου μένοντος. ἔπειταἔπειτα *: ἐπεὶ πάντες ἴσμεν, ὅτι τοῖς περιπλευμονικοῖς πάθεσι δίψος ἕπεται περιφλεγέστατον ὑπὸ ξηρότητος ἢ θερμότητος, ἤ τινος ἄλλης αἰτίας ἅμα τῇ φλεγμονῇ τὴν ὄρεξιν ἐμποιούσης· ὃ δὲ τούτου μεῖζόν ἐστι τεκμήριον, ὅσοις πλεύμων οὐκ ἐμπέφυκε τῶν ζῴων ἢ σφόδρα μικρὸς ἐμπέφυκε, ταῦτʼ οὐ δεῖται ποτοῦ τὸ παράπαν οὐδʼ ὀρέγεται, διὰ τὸ τῶν μορίων ἑκάστῳ σύμφυτον ὑπάρχειν τὴν πρὸς τοὔργοντοὔργον Doehnerus: τὸ ὑγρὸν ἐπιθυμίαν· οἷς δʼοἷς δʼ] ὥστε W οὐκ ἔστι μόρια, μηδὲ χρείαν παρεῖναι μηδὲ προθυμίανπροθυμίαν] ἐπιθυμίαν? τῆς διʼ αὐτῶν ἐνεργείας. ὅλως δὲ δόξει μάτην ἡ κύστις γεγονέναι τοῖς ἔχουσιν· εἰ γὰρ ὁ στόμαχος ἅμα τῷ σιτίῳ τὸ ποτὸν ἀναλαμβάνει καὶ τῇ κοιλίᾳ παραδίδωσιν, οὐθὲν ἰδίου πόρου δεῖται τὸ περίττωμα τῆς ὑγρᾶς τροφῆς, ἀλλʼ εἷς ἀρκεῖ καὶ κοινὸς ὥσπερ εὐδιαῖος ἀμφοτέροις εἰς ταὐτὸ διὰ ταὐτοῦ συνεισκομιζομένοιςDoehnerus: εἰσκομιζομένοις· νῦν δὲ χωρὶς μὲν ἡ κύστις γέγονε, χωρὶς δὲ τὸ ἔντερον· ὅτι τὸ μὲν ἐκ τοῦ πλεύμονος βαδίζει, τὸ δʼ ἐκ τοῦ στομάχου, διακρινόμενον εὐθὺς · περὶ τὴν κατάποσιν. ὅθεν οὐδʼ ἐπιφαίνεται τῷ ὑγρῷ τοῦ ξηροῦ περιττώματος οὐδέν, οὔτε χρόᾳ προσεοικὸς οὔτʼ ὀσμῇ τὸ παράπαν καίτοι φύσιν εἶχεν ἀναμιγνύμενον ἐν τῇ κοιλίᾳ καὶ ἀναδευόμενον ἀναπίμπλασθαι τῶν ἐκείνου ποιοτήτων καὶ μὴ καθαρὸν οὕτως ἀπηθεῖσθαιLeonicus: ἀπηθῆσθαι καὶ ἄχραντον. ἀλλʼ οὐδὲ λίθος ἐν κοιλίᾳ πώποτε συνέστη· καίτοι λόγον εἶχε μηδὲν ἧττον ἢ ἐν κύστει συνίστασθαι καὶ πήγνυσθαι τὸ ὑγρόν, εἴπερ εἰς κοιλίαν ἐχώρει διὰ στομάχου πᾶν τὸ πινόμενον. ἀλλʼ ἔοικεν ὁ μὲν στόμαχος ἐκ τῆς ἀρτηρίας εὐθὺς ἕλκων τοῦ παροδεύοντος ὑγροῦ τὸ ἱκανὸν καὶ τὸ μέτριον ἀποχρῆσθαι πρὸς μάλαξιν καὶ χύλωσιν τῆς τροφῆς, διὸ μηδὲν ὑγροῦ περίττωμα ποιεῖν· ὁ δὲ πλεύμων ὡσπερεὶὥσπερ R τὸ πνεῦμα καὶ τὸ ὑγρὸν ἐξ αὑτοῦ διανέμων τοῖς δεομένοις τὸ λοιπὸν ἐκκρίνειν εἰς τὴν κύστιν. εἰκότα γὰρ μακρῷ ταῦτα μᾶλλον ἐκείνων. τὸ δʼ ἀληθὲς ἴσως ἄληπτον ἔν γε τούτοις, καὶ οὐκ ἔδει πρὸς φιλόσοφον δόξῃ τε καὶ δυνάμει πρῶτον οὕτως ἀπαυθαδίσασθαι περὶ πράγματος ἀδήλου καὶ τοσαύτην ἀντιλογίαν*: αἰτιολογίαν ἔχοντος.