Thesauros Literature biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Book 7

2.2 εἶχον μὲν οὖν ἀρνούμενος οὐ φαύλους συνηγόρους, Εὐθύδημον τὸν συνιερέα καὶ Πατροκλέαmalim Πατροκλέαν a nomin. Πατροκλέας τὸν γαμβρόν, οὐκ ὀλίγα τοιαῦτα τῶν ἀπὸ γεωργίας καὶ κυνηγίας προφέροντας· οἷον ἐδόκει τὸ περὶ τὴν χάλαζαν εἶναι τὴν ὑπὸ χαλαζοφυλάκων αἵματι σπάλακος ἢ ῥακίοις γυναικείοις ἀποτρεπομένηνἀποτρπομένη mei καὶ τὸ τῶν ἀγρίων ἐρινεῶν, ἃ ταῖς ἡμέροις περιαπτόμενα συκαῖς ἀπορρεῖν οὐκ ἐᾷ τὸν καρπὸν ἀλλὰ συνέχει καὶ συνεκπεπαίνει· καὶ τὸ τὰς ἐλάφους ἁλμυρὸν ἀφιέναι, τοὺς δὲ σῦς γλυκὺ τὸ δάκρυον ἁλισκομένους. ἀλλʼ ἐὰν ταῦτʼ ἔφη ζητῇς ὁ Εὐθύδημος, αὐτίκα δεήσει σε καὶ περὶ τοῦ σελίνου καὶ περὶ τοῦ κυμίνου διδόναι λόγον, ὧν τὸ μὲν ἐν τῷ βλαστάνειν καταπατοῦντες καὶ συντρίβοντες οἴονται τιον αὐξάνεσθαι, τὸ δʼ ἂνἂν Duebnerus καταρώμενοι σπείρωσι καὶ λοιδοροῦντες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme