Thesauros Literature biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Book 7

2.3 ἐπεὶ δὲ τοῦτο μὲν ὁ Φλῶρος ᾤετο παιδιὰν εἶναι καὶ φλύαρον, ἐκείνων δʼ οὐκ ἄνοὐκ ἂν] οὐ δεῖν Franke, sed cf. Lobeck. Parerg. ad Phrynich. p. 753 τινα τῆς αἰτίας ὡς ἀλήπτουR: ἄληπτον προέσθαι τὴν ζήτησιν ἐξεύρηκαib. ἐξεύρηκας W ἔφην φάρμακον, ᾧ πρὸς τὸν λόγον ἐφʼ ἡμᾶςἐφ’ ἡμᾶς] ἡμᾶς W. εὖ ἡμᾶς? προσάξεις τουτονί, ἐὰντουτονί, ἐὰν idem: τοῦτον ἵνα καὶ σὺ διαλύσῃς ἔνια τῶν ἐκκειμένων. δοκεῖ δή μοι ἡ ψυχρότης· τὸ ἀτέραμον ἐμποιεῖν τοῖς τε πυροῖςπυροῖς] ῥύποις mei καὶ τοῖς χέδροψι, πιέζουσα καὶ πηγνύουσα τὴν ἕξιν ἄχρι σκληρότητος· ἡ δὲ θερμότης εὐδιάλυτον καὶ μαλακόν; ὅθεν οὐκ ὀρθῶς οἱ λέγοντες ἔτος φέρει οὔτις ἄρουραproverbium vid esse cf. Hom. ι 357 τὰ καθʼ Ὁμήρουτὰ καθ’ Ὁμηρον Turnebus λέγουσι· τὰ γὰρ ἔνθερμα φύσει χωρία, κρᾶσιν εὐμενῆ τοῦ ἀέρος ἐνδιδόντος, ἐκφέρει μαλακωτέρους τοὺς· καρπούς. ὅσα τοίνυν ἐκ τῆς χειρὸς εὐθὺς εἰς τὴν γῆν ἀφιέμεναem. Duebnerus ex ἀφιεμένα Vd ἐμπίπτει τῶν σπερμάτων, ἐνδυόμενα καὶ λοχευόμενα τῇ κρύψει μᾶλλον ἀπολαύει τῆς ἐν τῇ γῇ θερμότητος καὶ ὑγρότητος· τὰ δὲ προσκρούοντα τοῖς κέρασι τῶν βοῶν οὐ τυγχάνει τῆς ἀρίστης καθʼ ἩσίοδονἩσίοδον] OD 471εὐθημοσύνηςεὐθυμοσύνης mei,ἀλλὰ σφαλλόμενα καὶ παρολισθαίνοντα ῥιπτομένοις μᾶλλον ἢ σπειρομένοις προσέοικεν ὅθεν ἢ φθείρουσιν αὐτὰ παντάπασιν αἱ ψυχρότητες, ἢ δύστηκτα καὶ ἄχυμα καὶ ξυλώδη τοῖς χιτῶσι γυμνοῖς ἐπισκήπτουσαι ποιοῦσιν. ὁρᾷς γὰρ ὅτι καὶ τῶν λίθων τὰ ἔγγαιαἔγγεια R καὶ ζῳόφυτα μέρη μαλακώτερα τῶν ἐπιπολῆς ἡ ἀλέα φυλάττει· διὸ καὶ κατορύττουσιν οἱ τεχνῖται τοὺς ἐργασίμους λίθους, ὥσπερ ἐκπεπαινομένους ὑπὸ τῆς θερμότητος· οἱ δʼ ὕπαιθροιὑπαίθρισι? καὶ γυμνοὶ διὰ ψῦχος ἀντίτυποι καὶ δυσμετάβλητοι καὶ ἀτεράμονεςἀτεράμονες *: ἀτεράμνοις mei ἀπαντῶσι τοῖς ἔργοις. τοὺς δὲ καρπούς, κἂν ἐπὶ τῆς ἅλω διαμείνωσι πλείω χρόνον ὑπαίθριοι καὶ γυμνοί, μᾶλλον ἀτεράμονας γίγνεσθαι λέγουσι τῶν εὐθὺς αἰρομένων. ἐνιαχοῦ δὲ καὶ πνεῦμα λικμωμένοις ἐπιγιγνόμενον ἀτεράμονας ποιεῖ διὰ τὸ ψῦχος, ὥσπερ ἐν Φιλίπποις τῆς Μακεδονίας ἱστοροῦσι· τοῖς δʼ ἀποκειμένοις βοηθεῖ τὸ ἄχυρον. οὐ δεῖ δὲ θαυμάζειν ἀκούοντας τῶν γεωργῶν, ὅτι καὶ δυεῖν αὐλάκων παραλλήλων ἡ μὲν ἀτεράμοναςἡ δὲ τεράμονας*, ἡ δὲ τεράμονας ἐκφέρει τοὺς καρπούς· καὶ ὃ μέγιστόν ἐστι, τοῦ κυάμουτοὺς κυάμους W τῶν λοβῶν οἱ μὲν τοίους οἱ δὲ τοίους, δηλονότι τοῖς μὲν ἧττον τοῖς δὲ μᾶλλον ἢ πνεύματος ψυχροῦ προσπεσόντοςπροσπεσόντος Doehnerus: πεσόντος ἢἢ] posterius om. mei (sed habet P) ὕδατος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme