Book 8
6.4
ὑπολαβὼν δʼ ὁ Θέων ἥκιστʼ εἶπεν εἰ δεῖεἰ δεῖ W: ἔδει τοῖς τὸν ἀρχαῖον βίον διαμνημονεύουσι πιστεύειν. φασὶ γὰρ ἐκείνους, ἐργατικοὺς ἅμα καὶ σώφρονας ὄντας, ἕωθεν ἐσθίειν ἄρτον ἐν ἀκράτῳ, καὶ μηθὲν ἄλλο διὸ τοῦτο μὲν ἀκράτισμα καλεῖν διὰ τὸν ἄκρατον, ὄψον δὲ τὸ παρασκευαζόμενον εἰς δεῖπνον αὐτοῖς· ὀψὲ γὰρ δειπνεῖν ἀπὸ τῶν πράξεων γενομένους. ἐκ τούτου καὶ τὸ δεῖπνον καὶ τὸ ἄριστον, ἀφʼ ὅτου λάβοι τοὔνομα, ζήτησιν παρέσχε. καὶ τὸ μὲν ἄριστον ἐδόκει τῷ ἀκρατίσματι ταὐτὸν εἶναι, μαρτυρεῖ τῷ Ὁμήρῳ λέγοντιμάρτυρι τῷ Ὁμ. χρωμένοις λέγοντι R. Mihi vid. corr. μαρτυροῦσι (dat. plur.) pro μαρτυρεῖ cf. p. 734d τοὺς περὶ τὸν Εὔμαιον ἐντύνονταςἐντύνοντα vel ἐντείνοντα mei ἄριστον ἃμ ἠοῖ φαινομένῃφιHom. π 2 καὶ πιθανὸν ἐδόκει διὰ τὴν ἑωθινὴν ὥραν ἄριστον ὠνομάσθαι, καθάπερ τὸ αὔριοναὔριον] scr. vid. δόρπον quod et coenam et tempus vespertinum significat. vid. Symb.. τὸ δὲ δεῖπνον, ὅτι τῶν πόνων διαναπαύει· πράξαντες γάρ τι δειπνοῦσιν ἢ μεταξὺ πράττοντες·. ἔστι δὲ καὶ τοῦτο παρʼ Ὁμήρου λαβεῖν λέγοντος ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὡπλίσσατο δεῖπνον.Hom. Λ 86 εἰ μὴ νὴ Δία τὸ ἄριστον αὐτόθεν ἀπραγμόνως προσφερόμενοι καὶ ῥᾳδίως ἀπὸ τῶν τυχόντων, τὸ δὲ δεῖπνον ἤδη παρεσκευασμένον, ἐκεῖνο μὲνμὲν] μὲν οἶον? ῥᾷστον, τοῦτο δʼ ὥσπερ διαπεπονημένον ἐκάλεσαν.