Book 8
7.3
ἴσως ἔφην ἐγὼ καὶ ταῦτʼ ἔχει λόγον, ὦ Σύλλα. σκόπει δὲ μὴ πρῶτον μέν, ᾧ λόγῳ τὸ γαμψώνυχον οὐ προσίενται, τούτῳ καὶ ἡ χελιδὼν ἀδοξεῖ παρʼ αὐτοῖς· σαρκοφάγος γάρ ἐστι καὶ μάλιστα τοὺς τέττιγας, ἱεροὺς καὶ μουσικοὺς ὄντας, ἀποκτίννυσι καὶ σιτεῖται· καὶ πρόσγειος αὐτῆς ἡ πτῆσίς ἐστι, τὰ μικρὰ καὶ λεπτὰ τῶν ζῴων ἀγρευούσης, ὥς φησιν ἈριστοτέληςἈριστοτέλης] Fragm. 353· ἔπειτα μόνη τῶν ὁμωροφίων ἀσύμβολος ἐνοικεῖ καὶ ἀτελὴς ἐνδιαιτᾶται. καίτοι ὅ γε πελαργὸς οὔτε σκέπης μετέχων οὔτʼ ἀλέας οὔτʼ ἀδείας τινὸς ἢ βοηθείας παρʼ ἡμῖν, ἐπίβαθρόν τι γῆςγῆς] στέγης R δίδωσι· τὰ γὰρ ἐπίβουλα καὶ πολέμια τῶν ἀνθρώπων, φρύνους καὶ ὄφεις, ἀναιρεῖ περιιών· ἡ δὲ πάντων τυχοῦσα τούτων, ὅταν ἐκθρέψῃ καὶ τελειώσῃ τοὺς νεοσσούς, ἄπεισιν ἀχάριστος γενομένη καὶ ἄπυστος. ὃ δὲ δεινότατόν ἐστι, μόνα τῶν συνοίκων μυῖα καὶ χελιδὼν οὐχ ἡμεροῦται πρὸς ἄνθρωπον οὐδʼ ἀνέχεται ψαῦσιν οὐδʼ ὁμιλίαν οὐδὲ κοινωνίαν ἔργου τινὸς ἢ παιδιᾶς, ἡ μὲν μυῖα φοβουμένη τῷ πάσχειν κακῶς καὶ διασοβεῖσθαι πολλάκις, ἡ δὲ χελιδὼν τῷ φύσει μισάνθρωπος εἶναι καὶ διʼ ἀπιστίαν ἀτιθάσευτος ἀεὶ καὶ ὕποπτος. εἴπερ οὖν δεῖ τὰ τοιαῦτα μὴ κατʼ εὐθυωρίαν, ἀλλʼ ἀνακλάσαντας ὥσπερ ἐμφάσεις ἑτέρων ἐν ἑτέροις θεωρεῖν, παράδειγμα τὰς χελιδόνας τοῦ ἀβεβαίου καὶ ἀχαρίστου θέμενος οὐκ ἐᾷ τοὺς ἕνεκα καιροῦ προσφερομένους καὶ ὑποδυομένους ποιεῖσθαι συνήθεις ἐπὶ πλέον, ἑστίας καὶ οἴκου καὶ τῶν ἁγιωτάτων μεταδιδόντας.