Thesauros Literature biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Book 8

9.1 φίλων ὁ ἰατρὸς διεβεβαιοῦτο τὴν καλουμένην ἐλεφαντίασιν οὐ πρὸ πολλοῦ πάνυ χρόνου γνώριμον γεγονέναι· μηδένα γὰρ τῶν παλαιῶν ἰατρῶν τοῦ πάθους τούτουτοῦτο mei πεποιῆσθαι λόγον, εἰς ἕτερα μικρὰ καὶ γλίσχρα καὶ δυσθεώρητα τοῖς πολλοῖς ἐνταθέντας. ἐγὼ δὲ καὶ μάρτυν αὐτῷ παρεῖχον ἐκ φιλοσοφίας Ἀθηνόδωρον, ἐν τῷ προτέρῳ τῶν Ἐπιδημιῶνmalim Ἐπιδημιῶν cum pr. m. Vd ἱστοροῦντα πρῶτον ἐν τοῖς κατʼ Ἀσκληπιάδην χρόνοις οὐ μόνον τὴν ἐλεφαντίασιν ἀλλὰ καὶ τὸν ὑδροφόβαν ἐκφανῆ γενέσθαι. θαυμάζοντες οὖν οἱ παρόντες, εἰ νέα πάθη τότε πρῶτον ἔσχεν ἐν τῇ φύσει γένεσιν καὶ σύστασινσύστασιν R: στάσιν (στᾶσιν E ortum ut vid. ex στασιν ῀ σύστασιν, οὐχ ἧττον ᾤοντο θαυμάσιον εἶναι τὸ λαθεῖν τηλικαῦτα συμπτώματα χρόνον τοσοῦτον· ἐρρύησαν δέ πως μᾶλλον οἱ πλείους ἐπὶ τὸ δεύτερον ὡς ἀνθρώπινον μᾶλλον· ἥκιστα τὴν φύσιν ἔν γε τούτοις φιλόκαινον εἶναι καὶ νέων πραγμάτων ὥσπερ ἐν πόλει τῷ, σώματι δημιουργὸν ἀξιοῦντες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme