Book 8
10.3
εἶτα διαβλέψας πρὸς τοὺς περὶ τὸν Αὐτόβουλον καὶ μειδιάσας ἀλλʼ ὁρῶ εἶπεν ὑμᾶς οἵους τʼ ὄντας ἤδη σκιαμαχεῖν πρὸς τὰ εἴδωλα καὶ δόξῃ παλαιᾷ καθάπερ γραφῇ προσφέροντας ἁφὴνἀφὴν vel ἁφῆν mei. βαφὴν R οἴεσθαί τι ποιεῖν καὶ ὁ Αὐτόβουλος παῦε ποικίλλωνποικίλων mei ἔφη πρὸς ἡμᾶς οὐ γὰρ ἀγνοοῦμεν, ὅτι τὴν Ἀριστοτέλους δόξαν εὐδοκιμῆσαι βουλόμενος ὥσπερ σκιὰν αὐτῇ τὴν Δημοκρίτου παραβέβληκας. ἐπʼἐπʼ Madvigius ἐκείνην οὖν τρεψόμεθα κἀκείνῃκἀκείνη vel κἀκείνην mei μαχούμεθα κατηγορούσῃκατηγοροῦσι vel προσηγορούση iidem τῶν νέων καρπῶν καὶ τῆς φίλης ὀπώρας οὐ προσηκόντως. τὸ γὰρ θέρος αὐτοῖς μαρτυρεῖ καὶ τὸ μετόπωρον, ὅτε μάλιστα χλωρὰν καὶ φλύουσανem. Valckenarius: φλειοῦσαν vel φλοιοῦσαν cf. Kinkel. Fr. p. 287, ὡς Ἀντίμαχος ἔφη, τὴν ὀπώραν γεννωμένηνγενομένην R ἄρτι προσφερόμενοι ἧττονἧττον idem: τοὺς καρποὺς ἧττον ἀπατηλοῖς καὶ ψευδέσιν ἐνυπνίοις σύνεσμεν οἱ δὲ φυλλοχόοι μῆνες ἤδη τῷ χειμῶνι παρασκηνοῦντες ἐν πέψει τὰ σιτία καὶ τὰ περιόντα τῶν ἀκροδρύων ἰσχνὰ καὶ ῥυσὰ καὶ πᾶν ἀφεικότα τὸ πληκτικὸνπληκτικὸν scripsi cum Emperio: πληκτίζον cf. p. 693 b ἐκεῖνο καὶ μανικὸν ἔχουσι. καὶ μὴν οἴνου γεγε idem: τε τὸν νέον οἱ πρωιαίτατα πίνοντες Ἀνθεστηριῶνι πίνουσι μηνὶ μετὰ χειμῶνα· καὶ τὴν ἡμέραν ἐκείνην ἡμεῖς μὲν Ἀγαθοῦ Δαίμονος, Ἀθηναῖοι δὲ ΠιθοίγιαTurnebus: πιθοιγία X: γλεύκου προσαγορεύουσι· γλεύκους δὲ ζέοντος ἀεὶ ἀφαιρεῖσθαιἀεὶ ἀφαιρεῖσθαι] ἐμφορεῖσθαι W; malim ἄγαν (vel ἔτι) ἐμφορεῖσθαι cf. Vit. Cic. c. 19 καὶ τοὺς ἐργάτας δεδιότας ὁρῶμεν. ἀφέντες οὖν τὸ συκοφαντεῖν τὰ τῶν θεῶν δῶρα μετίωμεν ἑτέραν ὁδόν, ἣν ὑφηγεῖται τοὔνομα τοῦ χρόνου καὶ τῶνκαὶ τῶν] τῶν R ὑπηνεμίων καὶ ψευδῶν ὀνείρων. φυλλοχόος γὰρ ὀνομάζεται διὰ ψυχρότητα καὶ ξηρότητα τηνικαῦτα τῶν φύλλων ἀπορρεόντων· πλὴν εἴ τι θερμόν ἐστιν ἢ λιπαρὸν ὡς ἐλαῖαι καὶ δάφναι καὶ φοίνικες ἢ διερὸν ὡς μυρσίνη καὶ κιττός;. τούτοις γὰρ ἡ κρᾶσις βοηθεῖ τοῖς δʼ ἄλλοις οὔ· οὐ γὰρ παραμένει τὸ ἐχέκολλον καὶ συνεκτικόν, ἢ πυκνουμένης ψυχρότητι τῆς ἰκμάδος ἢ ξηραινομένης διʼ ἔνδειαν ἢ διʼ ἀσθένειαν. ἔστι μὲν οὖν καὶ φυτοῖς ὑγρότητι ἢἢ] καὶ Turnebus et Eustathius ad Hom. ζ 201 θερμότητι τεθηλέναι καὶ αὐξάνεσθαι, μᾶλλον δὲ τοῖς ζῴοις· καὶ τοὐναντίον ἡ ψυχρότης καὶ ἡ ξηρότης ὀλέθριον. διὸ χαριέντως ὍμηροςὉμηρος] ζ 201. 156. T 325. λ 211 εἴωθε διεροὺς βροτοὺς καλεῖν, καὶ τὸ μὲν χαίρειν ἰαίνεσθαι,ῥιγεδανόν δὲ καὶ κρυερόν τὸ λυπηρὸν καὶ τὸ φοβερόν. ὁ δʼ ἀλίβας καὶ ὁ σκελετὸς ἐπὶ τοῖς νεκροῖς λέγονταιλέγονται Eusthathius (1. 1.): γέγονε, λοιδορουμένης τῷ ὀνόματιib. τῷ ὀνόματι Doehnerus (ex Eustathio): τὰ ὀνόματα cf. p. 375d τῆς ξηρότητος. ἔτι τὸ μὲν αἷμα κυριωτάτηνκυριώτατον mei τῶν ἐν ἡμῖν ἔχον δύναμιν ἅμα καὶ θερμόν ἐστι καὶ ὑγρόν, τὸ δὲ γῆρας ἀμφοῖν ἐνδεές. ἔοικε δὲ τοῦ ἐνιαυτοῦ περιιόντος οἷον γῆρας εἶναι τὸ φθινόπωρον· οὔπω γὰρ ἥκει τὸ ὑγρόν, οὐκέτι δὲδὲ] δὴ mei τὸ θερμὸν ἔρρωται· δεῖγμα δὲ γεγονὸς ἀτεχνῶς ξηρότητος ἅμα καὶ ψυχρότητος ἐπισφαλῆ ποιεῖ τὰ σώματα πρὸς τὰς νόσους. τοῖς δὴ σώμασι τὰς ψυχὰς συμπαθεῖν ἀνάγκη, καὶ μάλιστα παχνουμένου τοῦ πνεύματος ἀμαυροῦσθαι τὸ μαντικόν, ὥσπερ κάτοπτρον ὁμίχλης ἀναπιμπλάμενον. οὐδὲν οὖν τρανὸν οὐδʼ ἔναρθρον οὐδʼ εὔσημον ἐν ταῖς φαντασίαις ἀποδίδωσι, μέχρι οὗ παχὺπαχὺ X: τραχὺ καὶ ἀλαμπὲς καὶ συνεσταλμένον ἐστίν.