Thesauros Literature biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Book 8

2.1 ἐκ δὲ τούτου γενομένης σιωπῆς, πάλιν ὁ Διογενιανὸς ἀρξάμενος βούλεσθʼ εἶπεν, ἐπεὶ λόγοι περὶ θεῶν γεγόνασιν, ἐν τοῖς Πλάτωνος γενεθλίοις αὐτὸν Πλάτωνα κοινωνὸν παραλάβωμεν, ἐπισκεψάμενοι τίνα λαβὼν γνώμην ἀπεφήνατʼ ἀεὶ γεωμετρεῖν τὸν θεόν; εἴ γε δὴ θετέον εἶναι τὴν ἀπόφανσινLeonicus: ἀπόφασιν ταύτην Πλάτωνος. ἐμοῦ δὲ ταῦτʼ εἰπόντος ὡς γέγραπται μὲν ἐν οὐδενὶ σαφῶς τῶν ἐκείνου βιβλίωνβυβλίων mei, ἔχει δὲ πίστιν ἱκανὴν καὶ τοῦ Πλατωνικοῦ χαρακτῆρὸς ἐστιν· εὐθὺς ὑπολαβὼν ὁ Τυνδάρης οἴει γάρ εἶπεν, ὦ Διογενιανέ, τῶν περιττῶν τι καὶ δυσθεωρήτων αἰνίττεσθαι τὸν λόγον, οὐχ ὅπερ αὐτὸς εἴρηκε καὶ γέγραφε πολλάκις, ὑμνῶν γεωμετρίαν, ὡς ἀποσπῶσαν ἡμᾶς προσισχομένουςAnonymus: προισχομένους τῇ αἰσθήσει καὶ ἀποστρέφουσαν ἐπὶ τὴν νοητὴν καὶ ἀίδιον φύσιν, ἧς θέα τέλος ἐστὶ φιλοσοφίας οἷον ἐποπτεία τελετῆς; ὁ γὰρ ἡδονῆς καὶ ἀλγηδόνος ἧλος, ὃςὃς] ὦ mei πρὸς τὸ σῶμα τὴν ψυχὴν προσηλοῖ, μέγιστον κακὸν ἔχειν ἔοικε, τὸ τὰ αἰσθητὰ ποιεῖν ἐναργέστερα τῶν νοητῶν, καὶ καταβιάζεσθαι πάθειπάθει X: καὶ πάθει μᾶλλον ἢ λόγῳ κρίνειν τὴν διάνοιαν· ἐθιζομένη γὰρ ὑπὸ τοῦ σφόδρα πονεῖν καὶ ἥδεσθαι τῷ περὶ τὰ σώματα πλανητῷ καὶ μεταβλητῷ προσέχειν ὡς ὄντι τοῦ ἀληθῶς ὄντος τυφλοῦται, καὶ τὸ μυρίων ἀντάξιον ὀμμάτωνem. Vulcobius: ὀνομάτων vid. Plat. Rep. p. 527e ὄργανον ψυχῆς καὶ φέγγος ἀπόλλυσιν, ᾧ μόνῳ θεατὸν ἐστι τὸ θεῖον. πᾶσι μὲν οὖν τοῖς καλουμένοις μαθήμασιν, ὥσπερ ἀστραβέσι καὶ λείοις κατόπτροις, ἐμφαίνεται τῆς τῶν νοητῶν ἀληθείας ἴχνη καὶ εἴδωλα· μάλιστα δὲ γεωμετρία κατὰ τὸν Φίλωνα ἀρχὴ καὶ μητρόπολις οὖσα τῶν ἄλλων ἐπανάγει καὶ στρέφει τὴν διάνοιαν, οἷον ἐκκαθαιρομένην καὶ ἀπολυομένην ἀτρέμα τῆς,· αἰσθήσεως. διὸ καὶ Πλάτων αὐτὸς ἐμέμψατο τοὺς περὶ Εὔδοξον καὶ Ἀρχύταν καὶ Μέναιχμον εἰς ὀργανικὰς καὶ μηχανικὰς κατασκευὰς τὸν τοῦ στερεοῦ διπλασιασμὸν ἀπάγειν ἐπιχειροῦντας, ὥσπερ πειρωμένους διʼ ἀλόγουδι’ ἀλογου Holwerda: διαλόγου aut διὰ λόγου δύο μέσας ἀνάλογονἀνὰ λόγον Madvigius, ᾗᾗ Herwerdenus: μὴ παρείκοι, λαβεῖνὥσπερ πειρωμένους - λαβεῖν] del. W, sed Holwerda contulit Vit. Marc. c. 14· ἀπόλλυσθαι γὰρ οὕτω καὶ διαφθείρεσθαι τὸ γεωμετρίας ἀγαθὸν αὖθις ἐπὶ τὰ αἰσθητὰ παλινδρομούσης καὶ μὴ φερομένης ἄνω μηδʼ ἀντιλαμβανομένης τῶν ἀιδίων καὶ ἀσωμάτων εἰκόνων, πρὸς αἷσπεραἷσπερ *: οἷσπερ ὢν ὁ θεὸς ἀεὶ θεός ἐστι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme