Thesauros Literature biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Book 9

13.3 ὑπολαβὼν δʼ ὁ Γλαυκίας ἔφη πρῶτον μὲν ἔν τε δόγμασι καὶ νόμοις ἔν τε συνθήκαις καὶ ὁμολογίαις κυριώτερα τὰ δεύτεραδεύτερα Turnebus: δὲ ὕστερα νομίζεσθαι καὶ βεβαιότερα τῶν πρώτων· δεύτεραι δʼ ἦσαν αἱ δι Ἀγαμέμνονος ὁμολογίαι τέλος ἔχουσαι θάνατον, οὐχὶ ἧτταν τοῦ κρατηθέντος. ἔπειτʼ ἐκείνη μὲν λόγοις, αὗται δὲ καὶ μεθʼ ὅρκων εἵποντο καὶ προσῆσαν ἀραὶ τοῖς παραβαίνουσιν, οὐχ ἑνὸς ἀνδρὸς ἀλλὰ πάντων ἀποδεχομένων καὶ συνομολογούντων· ὥστε ταῦταταύτας W γεγονέναι κυρίως ὁμολογίας, ἐκείνας δὲ μόνας προκλήσεις. μαρτυρεῖ δʼ ὁ Πρίαμος, μετὰ τὰ ὅρκια τοῦ ἀγῶνος ἀπιὼν, καί, Ζεὺς μέν που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι, Hom. Γ 308 ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν· ᾔδει γὰρ ἐπὶ τούτοις τὰς ὁμολογίας γεγενημένας· διὸ καὶ μετὰ μικρὸν ὁ Ἕκτωρ φησὶν ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν· id. H 69ἀτελὴς γὰρ ἔμεινεν ὁ ἀγὼν, καὶ πέρας ἀναμφισβήτητον οὐκ εἶχε μηδετέρου πεσόντος. ὅθεν ἔμοιγε δοκεῖ μηδʼ ἀντινομικὸνμηδέν τι νομικόν mei γεγονέναι τὸ ζήτημα, ταῖς δευτέραις ὁμολογίαις τῶν πρώτων ἐμπεριεχομένων ὁ γὰρ ἀποκτείνας νενίκηκεν, οὐ μὴν ὁ νικήσας ἔκτεινεν. συνελόντισυνελόντι Turnebus: ἀλλ’ ἔχοντι δʼ εἰπεῖν, Ἀγαμέμνων οὐκ ἔλυσε τὴν τοῦ Ἕκτορος πρόκλησιν ἀλλʼ ἐσαφήνισεν, οὐδὲ μετέθηκεν ἀλλὰ προσέθηκε τὸτὸ] τὸν mei κυριώτατον, ἐν τῷ κτεῖναικτεῖναι] κλῖναι vel κλίναι iidem τὸ νικῆσαι θέμενος· αὕτη γάρ ἐστι νίκη παντελής, αἱ δʼ ἄλλαι προφάσεις καὶ ἀντιλογίας ἔχουσιν, ὡς ἡ παρὰ Μενελάου μήτε τρώσαντος μήτε διώξαντος. ὥσπερ οὖν ἐν ταῖς ἀληθιναῖς ἀντινομίαις οἱ δικασταὶ τῷ μηδὲν ἀμφισβητήσιμον ἔχοντι προστίθενται, τὸν ἀσαφέστερον ἐάσαντες οὕτως ἐνταῦθα τὴν ἀπροφάσιστον καὶ γνώριμον τέλοςτέλους iidem ἄγουσαν ὁμολογίαν βεβαιοτέραν χρὴ καὶ κυριωτέραν νομίζειν, ὃ δὲ μέγιστόν ἐστιν, αὐτὸς ὁ δοκῶν κρατεῖν, οὐκ ἀποστὰς φυγόντος οὐδὲ παυσάμενος, ἀλλὰ πανταχόσε φοιτῶν ἀνʼ ὅμιλονἀνόμιλον iidem εἴ που ἐσαθρήσειεν Ἀλέξανδρον θεοειδέα Hom. Γ 450 μεμαρτύρηκεν ἄκυρον εἶναι καὶ ἀτελῆ νίκηντὴν νίκην Duebnerus, ἐκείνου διαπεφευγότος· οὐδʼοὐδʼ W: οὖν ἠμνημόνει τῶν ὑπʼ αὐτοῦ διειρημένωνem. Doehnerus: εἰρημένων, ἡμέων δʼ ὁπποτέρῳ θάνατος καὶ μοῖρα τέτυκται, τεθναίη, ἄλλοι δὲ διακρινθεῖτε τάχιστα.Hom. Γ 101 διὸ ζητεῖν μὲν ἀναγκαῖον ἦν αὐτῷ τὸν Ἀλέξανδρον, ὅπως ἀποκτείνας συντελέσῃ τὸ τοῦ ἀγῶνος ἔργον· μὴ κτείνας δὲ μηδὲ λαβὼν οὐ δικαίως ἀπῄτει τὸ νικητήριον. οὐδὲ γὰρ ἐνίκησεν, εἰ δεῖ τεκμήρασθαι τοῖς ὑπʼ αὐτοῦ λεγομένοις, ἐγκαλοῦντος τῷ Διὶ καὶ τὰς ἀποτεύξεις ὀδυρομένουὀδυρομένους mei· Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος· ἦ τʼ ἐφάμην τίσασθαι Ἀλέξανδρον κακότητος, νῦν δέ μοι ἐν χείρεσσιν ἄγηχείρεσσ’ ἐάγη Homerus Γ 365 ξίφος, ἐκ δέ μοι ἔγχος ἠίχθη παλάμηφιν ἐτώσιον, οὐδʼ ἔβαλόν μιν αὐτὸς γὰρ ὁμολογεῖ μηδὲν εἶναι τὸ διακόψαι τὸ ἀσπίδιον καὶ λαβεῖν ἀπορρυὲν τὸ κράνος, εἰ μὴ βάλοιProblemata antea continuata disiunxit W μηδʼ ἀποκτείνειε τὸν πολέμιον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme