Thesauros Literature biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Book 9

14.4 ὡς δὲ ταῦτʼ ἐρρήθη*: ἐρρέθη, τοῦ ἰατροῦ Τρύφωνος εἰπόντος τῇ δʼ, ἡμετέρᾳἡμετέρᾳ] ἑτέραν aut ἑτέρᾳ mei τέχνῃ τί παθὼν τὸ Μουσεῖον ἀποκέκλεικας; ὑπολαβὼν Διονύσιος ὁ Μελιτεὺς πολλούς ἔφη συμπαρακαλεῖςM: συμπαρακαλεῖ ἐπὶ τὴν κατηγορίαν· καὶ γὰρ ἡμεῖς οἱ γεωργοὶ τὴν Θάλειαν οἰκειούμεθα,· φυτῶν καὶ σπερμάτων εὐθαλούντων καὶ βλαστανόντων ἐπιμέλειαν αὐτῇ καὶ σωτηρίαν ἀποδιδόντες. ἀλλʼ οὐ δίκαια ἔφην ἐγὼ ποιεῖτε· καὶ γὰρ ὑμῖν ἔστι Δημήτηρ ἀνησιδώρα καὶ Διόνυσος δενδρέων νομὸννομὸν Duebnerus: νόμον cf. Bergk. 1 p. 433 πολυγαθὴς αὐξάνων, ἁγνὸν φέγγος ὀπώρας ὡς Πίνδαρός φησι· καὶ τοὺς ἰατροὺς Ἀσκληπιὸν ἔχοντας ἴσμεν ἡγεμόνα καὶ Ἀπόλλωνι Παιᾶνι χρωμένους πάντα, Μουσηγέτῃ μηθένμηδέν] malim δὲ μηδέν. πάντες γάρ ἄνθρωποι θεῶν χατέουσιχατέουσι] κατέχουσι mei cf. Hom. γ 48 καθʼ Ὅμηρον, οὐ πάντες δὲ πάντων. ἀλλʼ ἐκεῖνο θαυμάζω, πῶς ἔλαθε Λαμπρίαν τὸ λεγόμενον ὑπὸ Δελφῶν. λέγουσι γάρ οὐ φθόγγωνφθογγῶν mei οὐδὲ χορδῶν ἐπωνύμους γεγονέναι τὰς Μούσας παρʼ αὐτοῖς· ἀλλά, τοῦ κόσμου τριχῇ πάντα νενεμημένου, πρώτην μὲν εἶναι τὴν τῶν ἀπλανῶν μερίδα, δευτέραν δὲ τὴν τῶν πλανωμένων, ἐσχάτην δὲ τὴν τῶν ὑπὸ σελήνην συνηρτῆσθαι δὲ πάσας καὶ συντετάχθαι κατὰ λόγους ἐναρμονίους, ὧν ἑκάστης φύλακα Μοῦσαν εἶναι, τῆς μὲν πρώτης ὑπάτην τῆς δʼ ἐσχάτης Νεάτην, Μέσην δὲ τὴν μεταξὺ συνέχουσαν ἅμα καὶ συνεπιστρέφουσαν, ὡς ἀνυστὸνἀνυστόν] ἂν ὕστερος mei ἐστι, τὰ θνητὰ τοῖς θεοῖς καὶ τὰ περίγεια τοῖς οὐρανίοις· ὡς καὶ ΠλάτωνΠλάτων] Rep. p. 617b ᾐνίξατο τοῖς τῶν Μοιρῶν ὀνόμασι τὴν μὲν Ἄτροπον τὴν δὲ Κλωθὼτὴν δὲ Κλωθὼ] inserui post Ἀτροπον τὴν δὲ Λάχεσιν προσαγορεύσας· ἐπεὶ ταῖς γε τῶν ὀκτὼ σφαιρῶν περιφοραῖς Σειρῆνας οὐ Μούσας ἰσαρίθμους ἐπέστησενX: ἐπέστησαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme