Book 9
14.5
ὑπολαβὼν δὲ Μενέφυλος ὁ Περιπατητικὸς τὰ μὲν Δελφῶν εἶπεν ἁμωσγέπωςCobetus: ἄλλως γέ πως μετέχει πιθανότητος· ὁ δὲ Πλάτων ἄτοπος, ταῖς μὲν ἀιδίοις καὶ θείαιςθείαις *: θείοις περιφοραῖς ἀντὶ τῶν Μουσῶν τὰς Σειρῆνας ἐνιδρύων, οὐ πάνυ φιλανθρώπους οὐδὲ χρηστὰς δαίμονας· τὰς δὲ Μούσας ἢ παραλείπων παντάπασιν ἢ τοῖς τῶν Μοιρῶν ὀνόμασι προσαγορεύων καὶ καλῶν θυγατέρας Ἀνάγκης. ἄμουσον γὰρ ἡ Ἀνάγκη μουσικὸν δʼ ἡ Πειθώ, καὶ Μούσαιςfort. κἀν Μούσαις φιλοδαμοῦσαἐμφιλοδαμοῦσα W. ἐμφιληδονοῦσα Mullach. 1 p. 62 ut Plutarchi vocabulum sit πολὺ μᾶλλον οἶμαι τῆς ἘμπεδοκλέουςἘμπεδοκλέους] Mullach 1 vs. 299 Χάριτος στυγέει δύστλητον ἀνάγκην.