Thesauros Literature biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Book 1

1 τὸ μισέω μνάμονα συμπότανBergk. 3 p. 734 ὦ Σόσσιε Σενεκίων, ἔνιοι πρὸς τοὺς ἐπιστάθμους εἰρῆσθαι λέγουσι, φορτικοὺς ἐπιεικῶς καὶ ἀναγώγους ἐν τῷ πίνειν ὄντας· οἱ γὰρ ἐν Σικελίᾳ Δωριεῖς ὡς ἔοικε τὸν ἐπίσταθμον μνάμονα προσηγόρευον. ἔνιοι δὲ τὴν παροιμίαν οἴονται τοῖς παρὰ πότον λεγομένοις καὶ πραττομένοις ἀμνηστίαν ἐπάγειν διὸ τήν τε λήθην οἱ πάτριοι λόγοι καὶ τὸν νάρθηκα τῷ θεῷ συγκαθιεροῦσιν, ὡς ἢ μηδενὸς δέον μνημονεύειν τῶν ἐν οἴνῳ πλημμεληθέντων ἢ παντελῶς ἐλαφρᾶς καὶ παιδικῆς νουθεσίας δεομένων. ἐπεὶ δὲ καὶ σοὶ δοκεῖ τῶν μὲν ἀτόπων ἡ λήθη τῷ ὄντι σοφὴ κατʼ ΕὐριπίδηνΕὐριπίδην] cf. Plut. Fragm. 22, 4 et Eur. Or. 213 εἶναι· τὸ δʼ ὅλως ἀμνημονεῖν τῶν ἐν οἴνῳ μὴ μόνον τῷ φιλοποιῷ λεγομένῳ μάχεσθαι τῆς τραπέζης, ἀλλὰ καὶ τῶν φιλοσόφων τοὺς ἐλλογιμωτάτους ἀντιμαρτυροῦντας ἔχειν, Πλάτωνα καὶ Ξενοφῶντα καὶ Ἀριστοτέλην καὶ Σπεύσιππον, ἘπίκουρόνἘπίκουρον] cf. Usener. p. 115 τε καὶ Πρύτανιν καὶ Ἱερώνυμον καὶ Δίωνα τὸν ἐξ ἈκαδημείαςἈκαδημείας * hic et infra: ἀκαδημίας, ὡς ἄξιόν τινος σπουδῆς πεποιημένους ἔργον ἀναγράψασθαι λόγους παρὰ πότον γενομένους· ᾠήθης τε δεῖν ἡμᾶς τῶν σποράδην πολλάκις ἔν τε Ῥώμῃἔν τε Ῥώμῃ M: ἐν ἑτέρῳ μὴ μεθʼ ὑμῶν καὶ παρʼ ἡμῖν ἐν τῇ Ἑλλάδι, παρούσης ἅμα τραπέζης καὶ κύλικος, φιλολογηθέντων συναγαγεῖν τἀπιτήδειατἀπιτ́δεια *: τὰ ἐπιτήδεια· πρὸς τοῦτο γενόμενος τρία μὲν ἢδη σοι πέπομφα τῶν βιβλίων, ἑκάστου δέκα προβλήματα περιέχοντος· πέμψω δὲ καὶ τὰ λοιπὰ ταχέως, ἂν ταῦτα δόξῃ μὴ παντελῶς ἄμουσα μηδʼ ἀπροσδιόνυσʼ εἶναι.

Εἰ δεῖ φιλοσοφεῖν παρὰ πότον.

1 / 33 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme