25
ΑΥΤΟΒΟΥΛΟΣ. ΚιουίλιοςΚιουίλιος (Civilis) em. Madvigius: Κιούλιος γάρ, ὁ τὴν ἐν Γαλατίᾳ κινήσας ἀπόστασιν, ἄλλους τε πολλοὺς ὡς εἰκὸς ἔσχε κοινωνοὺς καὶ Σαβῖνον ἄνδρα νέον οὐκ ἀγεννῆ, πλούτῳ δὲ καὶ δόξῃ ἀνθρώπων πάντωντῶν ἄλλων πάντων W sed cf. lin. 20 πασῶν (sc. γυναικῶν) ἀρίστην ἐπιφανέστατον. ἁψάμενοι δὲ πραγμάτων μεγάλων ἐσφάλησαν καὶ δίκην δώσειν προσδοκῶντες οἱ μὲν αὑτοὺς ἀνῄρουν, οἱ δὲ φεύγοντες ἡλίσκοντο. τῷ δὲ Σαβίνῳ τὰ μὲν ἄλλα πράγματα ῥᾳδίως παρεῖχεν ἐκποδὼν γενέσθαι καὶ καταφυγεῖν εἰς τοὺς βαρβάρους· ἣνἣν *: ἦν δὲ γυναῖκα πασῶν ἀρίστην ἠγμένοςἠγμένος ἦν *: ἠγμένος, ἣν ita enim Plut. constanter loquitur vid. Symb. ἦν — ἐκεῖ μὲν ἘμπονὴνἘμπονὴν] Epponinam Tacitus. Ἐμπονίναν Amyotus. Σεμόνην Salmasius ἐκάλουν, Ἑλληνιστὶ δʼ ἄν τις Ἡρωίδα προσαγορεύσειεν· — οὔτʼ ἀπολιπεῖνib. malim ἀπολείπειν δυνατὸς ἦν οὔτεοὔτε] ταύτην οὔτε aut ἢν οὔτε corrigunt male vid. Symb. μεθʼ ἑαυτοῦ κομίζειν. ἔχων οὖν κατʼ ἀγρὸν ἀποθήκας χρημάτων ὀρυκτὰς ὑπογείους, ἃς δύο μόνοι τῶν ἀπελευθέρων συνῄδεσαν*: συνῄδεισαν , τοὺς μὲν ἄλλους ἀπήλλαξεν οἰκέτας, ὡς μέλλων φαρμάκοις ἀναιρεῖν ἑαυτόν, δύο δὲ πιστοὺς παραλαβὼν εἰς τὰ ὑπόγεια κατέβη· πρὸς δὲ τὴν γυναῖκα Μαρτιάλιον ἔπεμψεν ἀπελεύθερον ἀπαγγελοῦντα τεθνάναι μὲν ὑπὸ φαρμάκων, συμπεφλέχθαι δὲ μετὰ τοῦ σώματος τὴν ἔπαυλιν· ἐβούλετο γὰρ τῷ πένθει χρῆσθαιπένθει χρῆσθαι M: 13 BE τῆς γυναικὸς ἀληθινῷib. idem: ἀληθινῶς πρὸς πίστιν τῆς λεγομένης τελευτῆς ὃ καὶ συνέβη· ῥίψασα γάρ, ὅπως ἔτυχε, τὸ σῶμα μετʼ οἴκτωνοἴκτων Winckelmannus (coll. p. 116e): 6 E 8 B καὶ ὀλοφυρμῶν ἡμέρας τρεῖς καὶ νύκτας ἄσιτος διεκαρτέρησε. ταῦτα δʼ ὁ Σαβῖνος πυνθανόμενος καὶ φοβηθείς, μὴ διαφθείρῃ παντάπασιν ἑαυτήν, ἐκέλευσε φράσαι κρύφα τὸν Μαρτιάλιον πρὸς αὐτήν, ὅτι ζῇ καὶ κρύπτεται, δεῖται δʼ αὐτῆς ὀλίγον ἐμμεῖναι τῷ πένθει, καὶ μηδὲ lac. 19 E 22 B. Supplendum cum R καὶ μηδὲν ὅλως παραλιπεῖν ὥστε aut καὶ μηδὲν δράματος ἐλλείπειν ὥστε cf. p. 749a πιθανὴν ἐν τῇ προσποιήσει γενέσθαι. τὰ μὲν οὖν ἄλλα παρὰ τῆς γυναικὸς ἐναγωνίως συνετραγῳδεῖτο τῇ δόξῃ τοῦ πάθους· ἐκεῖνον δʼ ἰδεῖν ποθοῦσα νυκτὸς ᾤχετο, καὶ πάλιν ἐπανῆλθεν· ἐκ δὲ τούτου λανθάνουσα τοὺς ἄλλους ὀλίγον ἀπέδει συζῆν ἐν Ἅιδου τἀνδρὶ πλέον*: τῷ ἀνδρὶ πλέον Winck.: πλὴν. Fort. Plut. dixerat πλεῖν more Attico ἑξῆς ἑπτὰ μηνῶν ἐν οἷς κατασκευάσασα τὸν Σαβῖνον ἐσθῆτι καὶ κουρᾷ καὶ καταδέσει τῆς κεφαλῆς ἄγνωστον εἰς Ῥώμην ἐκόμισε μεθʼ ἑαυτῆς τινῶν ἐλπίδωνἐλπίδων add. R sed ante τινῶν ἐνδεδομένων. πράξασα δʼ οὐδὲν αὖθις ἐπανῆλθε, καὶ τὰ μὲν πολλὰ ἐκείνῳ συνῆν ὑπὸ γῆς, διὰ χρόνου δʼ εἰς πόλιν ἐφοίτα ταῖς φίλαις ὁρωμένη καὶ οἰκείαις γυναιξί. τὸ δὲ πάντων ἀπιστότατονἀπιστότατον] ἄπιστον τούτων BE, ἔλαθε κυοῦσα λουομένη μετὰ τῶν γυναικῶν· τὸ γὰρ φάρμακον, ᾧ τὴν κόμην αἱ γυναῖκες ἐναλειφόμεναιἀναλειφόμεναι iidem ποιοῦσι χρυσοειδῆ καὶ πυρράνib. πυρὰν iidem, ἔχει λίπασμα σαρκοποιὸν ἢ χαυνωτικὸν σαρκός, ὥσθʼ οἷον διάχυσὶν τινα ἢ διόγκωσιν ἐμποιεῖν· ἀφθόνῳ δὴ χρωμένη τούτῳ πρὸς τὰ λοιπὰ μέρη τοῦ σώματος, αἰρόμενον καὶ ἀναπιμπλάμενον ἀπέκρυπτε τὸν τῆς γαστρὸς ὄγκον. τὰς δʼ ὠδῖνας αὐτὴ καθʼ ἑαυτὴν διήνεγκεν, ὥσπερ ἐν φωλεῷ λέαινα καταδῦσα πρὸς τὸν ἄνδρα, καὶ τοὺς γενομένους ὑπεθρέψατο σκύμνους ἄρρενας· δύο γὰρ ἔτεκε. τῶν δʼ υἱῶν ὁ μὲν ἐν Αἰγύπτῳ πεσὼν ἐτελεύτησεν, ὁ δʼ ἕτερος ἄρτι καὶ πρῴην γέγονεν ἐν Δελφοῖς παρʼ ἡμῖν ὄνομα Σαβῖνος. ἀποκτείνει μὲν οὖν αὐτὴν ὁ Καῖσαρ· ἀποκτείνας δὲ δίδωσι δίκην, ἐν ὀλίγῳ χρόνῳ τοῦ γένους παντὸς ἄρδην ἀναιρεθέντος. οὐδὲν γὰρ ἤνεγκεν ἡ τόθʼ ἡγεμονία σκυθρωπότερονἤνεγκε τότε ἦγεμονίαν σκυθρωποτέραν iidem οὐδὲ μᾶλλον ἑτέραν εἰκὸς ἦν καὶ θεοὺς καὶ δαίμονας ὄψιν ἀποστραφῆναι· καίτοι τὸν οἶκτον ἐξῄρει τῶν θεωμένων τὸ θαρραλέον αὐτῆς καὶ μεγαλήγορον, ᾧ καὶ μάλιστα παρώξυνε τὸν Οὐεσπασιανόνοὐεσπεσιανὸν BE, ὡς ἀπέγνω τῆς σωτηρίας πρὸς αὐτὸν ἀλλαγὴνἀλλαγὴν] ἀπάγειν ὑπὸ γῆν aut ἀπάγειν Rπρὸς αὐλὸν ἀπάγειν Emperius. προσαιτεῖν ἄλλαγὴν Madvigius κελεύουσα· βεβιωκέναι γὰρ ὑπὸ σκότῳ καὶ κατὰ γῆς ἥδιον ἢ βασιλεύειν ἐκείνῳscripsi ἢ βασιλεύειν ἐκείνῳ i. e. τὸ βεβιωκέναι ὑπὸ σκότῳ ἦν ἥδιον αὐτῇ ἢ ἐκείνῳ τὸ βασιλεύειν. Libri dant ἢ βασιλεύων ἐκείνως (ἐκεινῶς B).