Thesauros Literature biography Ἐρωτικός

Ἐρωτικός

Ἐρωτικός Plutarch
26 ΑΥΤΟΒΟΥΛΟΣ. ἐνταῦθα μὲν ὁ πατὴρ ἔφη τὸν περὶ Ἔρωτος αὐτοῖς τελευτῆσαι λόγον, τῶν Θεσπιῶνθεσπιέων BE ἐγγὺς οὖσιν· ὀφθῆναι δὲ προσιόντα θᾶττον ἢ βάδην πρὸς αὐτοὺς ἕνα τῶν Πεισίου ἑταίρων Διογένη· τοῦ δὲ Σωκλάρου πρὸς αὐτὸν ἔτι πόρρωθεν εἰπόντοςcf. Leutsch. 2 p. 84 οὐ πόλεμὸν γʼ ὦ Διόγενες, ἀπαγγέλλων,cf. Plat. Symp. p. 201e ἐκεῖνον οὐκ εὐφημήσετε φάναι γάμων ὄντων καὶ προάξετε θᾶσσον, ὡς ὑμᾶς τῆς θυσίας περιμενούσης; πάντας μὲν οὖν ἡσθῆναι, τὸν δὲ Ζεύξιππον ἐρέσθαιem. W: ἐρᾶσθαι ἔτι E. ὁρᾶσθαι ὅτι B, εἰ ἔτι χαλεπός ἐστι. πρῶτος μὲν οὖν ἔφηἔφη (sc. Διογένης) scripsi cum W: ἐν ἡ συνεχώρησεσυνεχώρησε] sc. Πεισίας τῇ Ἰσμηνοδώρᾳ· καὶ νῦν ἑκὼν στέφανον καὶ λευκὸν ἱμάτιον λαβὼνλαβών] om. E. Fort. λαβὼν omisso corrigendum ἑκὼν in ἔχων οἷός ἐστιν ἡγεῖσθαι διʼ ἀγορᾶς πρὸς τὸν θεόν. ἀλλʼ ἴωμεν, ναὶ μὰ Δία τὸν πατέρα εἰπεῖν ἴωμεν, ὅπως ἐπεγγελάσωμεν τἀνδρὶ*: τῷ ἀνδρὶ καὶ τὸν θεὸν προσκυνήσωμεν· δῆλος γάρ ἐστι χαίρων καὶ παρὼν εὐμενὴς τοῖς πραττομένοις.
← Previous 26 / 26

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme