Thesauros Literature biography Ἐρωτικός

Ἐρωτικός

Ἐρωτικός Plutarch
1 ΦΛΑΟΥΙΑΝΟΣ. Ἑν Ἑλικῶνι φῆς, ὦ Λύτόβουλε, τοὺς περὶ Ἑρωτος λόγους γενέσθαι, οὓς εἴτε γραψάμενος εἴτε καταμνημονεύσας τῷ πολλάκις ἐπανερέσθαι τὸν πατέρα νυνὶ μέλλεις ἡμῖν δεηθεῖσιν ἀπαγγέλλειν.
1 ΑΥΤΟΒΟΥΛΟΣ. ἐν Ἑλικῶνι παρὰ ταῖς Μούσαις, ὦ Φλαουιανέ, τὰ Ἐρωτικὰ Θεσπιέων ἀγόντων· ἄγουσι γὰρ ἀγῶνα πενταετηρικόνπεντετηρικόν?, ὥσπερ καὶ ταῖς Μούσαις, καὶ τῷ Ἔρωτι φιλοτίμως πάνυ καὶ λαμπρῶς.
1 ΦΛΑΟΥΙΑΝΟΣ. οἶσθʼ οὖν ὃ σοῦὃ σοῦ X: ὅσου μέλλομεν δεῖσθαι πάντες οἱ πρὸς τὴν ἀκρόασιν ἥκοντες;
1 ΑΥΤΟΒΟΥΛΟΣ. οὔκ· ἀλλʼ εἴσομαι λεγόντων.
1 ΦΛΑΟΥΙΑΝΟΣ. ἄφελε τοῦ λόγου τὸ νῦν ἔχον ἐποποιῶν τε λειμῶνας καὶ σκιὰς καὶ ἅμα κιττοῦ τε καὶ σμιλάκων διαδρομὰς καὶ ὅσʼ ἄλλαἄλλα] fort. ἄλλα οἱ aut ἄλλα τινὲς τοιούτων τόπων ἐπιλαβόμενοι γλίχονται τὸν ΠλάτωνοςΠλάτωνος] Phaedr. p. 230d Ἰλισσὸν καὶ τὸν ἄγνον ἐκεῖνον καὶ τὴν ἠρέμα προσάντη πόαν πεφυκυῖαν προθυμότερον ἢ κάλλιον ἐπιγράφεσθαι,
1 ΑΥΤΟΒΟΥΛΟΣ. τί δὲ δεῖται τοιούτων, ὦ ἄριστε Φλαουιανέ, προοιμίων ἡ διήγησις; εὐθὺς ἡ πρόφασις, ἐξ ἧς ὡρμήθησαν οἱ λόγοι, χορὸν αἰτεῖ τῷ πάθει καὶ σκηνῆς δεῖται, τὰ τʼ ἄλλα δράματος οὐδὲν ἐλλείπει· μόνον εὐχώμεθα τῇ μητρὶ τῶν Μουσῶν ἵλεωνἵλεων *: ἵλεω παρεῖναι καὶ συνανασῴζειν τὸν μῦθον.
1 / 26 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme