Thesauros Literature biography Ἐρωτικαὶ διηγήσεις

Ἐρωτικαὶ διηγήσεις

Ἐρωτικαὶ διηγήσεις Plutarch
1 Ἑν Ἀλιάρτῳ τῆς Βοιωτίας κόρη τις γίνεται κάλλει διαπρέπουσα ὄνομα Ἀριστόκλεια θυγάτηρ δʼ ἦν Θεοφάνους. ταύτην μνῶνται Στράτων Ὀρχομένιος καὶ Καλλισθένης Ἁλιάρτιοςem. W: ἀλιάρτῳ nisi quod mihi nihil Mauius ex Urb. enotavit. πλουσιώτερος δʼ ἦν Στράτων καὶ μᾶλλόν τι τῆς παρθένου ἡττημένος· ἐτύγχανε γὰρ ἰδὼν αὐτὴν ἐν Λεβαδείᾳ λουομένην ἐπὶ τῇ κρήνῃ τῇ Ἑρκύνῃ ἔμελλε γὰρ τῷ Διὶ τῷ βασιλεῖ κανηφορεῖν. ἀλλʼ ὁ Καλλισθένης γεγε] τι? πλέον ἐφέρετο ἦν γὰρ καὶ γένει προσήκων τῇ κόρῃ. ἀπορῶν δὲ τῷ πράγματι ὁ Θεοφάνης, ἐδεδίει γὰρ τὸν Στράτωνα πλούτῳ τε καὶ γένει σχεδὸν ἁπάντων διαφέροντα τῶν Βοιωτῶν, τὴν αἵρεσιν ἐβούλετο τῷ Τροφωνίῳ ἐπιτρέψαι καὶ ὁ Στράτων, ἀνεπέπειστο γὰρ ὑπὸ τῶν τῆς παρθένου οἰκετῶν, ὡς πρὸς αὐτὸν μᾶλλον ἐκείνη ῥέποι, ἠξίου ἐπʼ αὐτῇ ποιεῖσθαι τῇ γαμουμένῃ τὴν ἐκλογήν. ὡς δὲ τῆς παιδὸς ὁ Θεοφάνης ἐπυνθάνετο ἐν ὄψει πάντων, ἡ δὲ τὸν Καλλισθένην προὔκρινεν, εὐθὺς μὲν ὁ Στράτων δῆλος ἦν βαρέως φέρων τὴν ἀτιμίαν ἡμέρας δὲ διαλιπὼν δύο προσῆλθε τῷ Θεοφάνει καὶ τῷ Καλλισθέναι, ἀξιῶν τὴν φιλίαν αὐτῷ πρὸς αὐτοὺς διαφυλάττεσθαι, εἰ καὶ τοῦ γάμου ἐφθονήθη ὑπὸ δαιμονίου τινός. οἱ δʼ ἐπῄνουν τὰ λεγόμενα, ὥστε καὶ ἐπὶ τὴν ἑστίασιν τῶν γάμων παρεκάλουν αὐτόν. ὁ δὲὁ δὲ] add. ἦκε W ex E. Sed quod est in margine cod. E ἦκε ex regione παρεσκευασμένος participii ubi pertineat nullo signo apparet παρεσκευασμένος ἑταίρων ὄχλον, καὶ πλῆθος οὐκ ὀλίγον θεραπόντων, διεσπαρμένους παρὰ τούτοις καὶ λανθάνοντας, ἕως ἡ κόρη κατὰ τὰ πάτρια ἐπὶ τὴν Κισσόεσσαν καλουμένην κρήνην κατῄει ταῖς νύμφαις τὰ προτέλεια θύσουσα, τότε δὴ συνδραμόντες πάντες οἱ λοχῶντες ἐκείνῳ συνελάμβανον αὐτήν. καὶ ὁ Στράτων γʼ εἴχετο τῆς παρθένου· ἀντελαμβάνετο δʼ ὡς εἰκὸς ὁ Καλλισθένης ἐν μέρει καὶ οἱ σὺν αὐτῷ, ἕως ἔλαθεν ἡ παῖς; ἐν χερσὶ τῶν ἀνθελκόντων διαφθαρεῖσα. ὁ Καλλισθένης μὲν οὖν παραχρῆμα ἀφανὴς ἐγένετο, εἴτε διαχρησάμενος ἑαυτὸν εἴτε φυγὰς ἀπελθὼν ἐκ τῆς Βοιωτίας· οὐκ εἶχε δʼ οὖν τις εἰπεῖν ὅ, τι καὶ πεπόνθοι. ὁ δὲ Στράτων φανερῶς ἐπικατέσφαξεν ἑαυτὸν τῇ παρθένῳ.
1 / 5 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme