4
ἐμοὶ δὲ δοκεῖ καὶ λυροποιὸς ἂν ἣδιον λύραν ἐργάσασθαι καὶ προθυμότερον, μαθὼν ὡς ὁ ταύτην κτησόμενος; τὴν λύραν τὴν λύραν] del. Herwerdenus μέλλει τὸ Θηβαίων ἄστυ τειχίζειν ὡς ὁ Ἀμφίων, ἢ τὴν Λακεδαιμονίων στάσιν παύειν ἐπᾴδων καὶ παραμυθούμενος ὡς Θαλῆςmalim ὡς ὁ Θαλῆς · καὶ τέκτων ὁμοίως πηδάλιον δημιουργῶν ἡσθῆναι, πυθόμενος ὅτι τοῦτο τὴν Θεμιστοκλέους ναυαρχίδα κυβερνήσει προπολεμοῦσαν τῆς Ἑλλάδος τὴν Πομ πηίου τὰ πειρατικὰ καταναυμαχοῦντος· τί οὖν οἴει περὶ τοῦ λόγου τὸν φιλόσοφον διανοούμενον, ὡς ὁ τοῦτον παραλαβὼν πολιτικὸς ἀνὴρ καὶ ἡγεμονικὸς κοινὸν ὄφελος ἔσται δικαιοδοτῶν, νομοθετῶν, κολάζων τοὺς πονηρούς,· αὔξων τοὺς ἐπιεικεῖς καὶ ἀγαθούς; ἐμοὶ δὲ δοκεῖ καὶ ναυπηγὸς ἀστεῖος ἥδιον ἐργπάσασθαιcorrig. vid. aut κἂν pro καὶ aut ἐργάσεσθαι pro ἐργάσασθαι aut ἥδιον ἂν pro ἥδιον πηδάλιον, πυθόμενος ὅτι τοῦτο τὴν Ἀργὼ κυβερνήσει τὴν πᾶσι μέλουσαν πᾶσι μέλουσαν] Hom. μ 70· καὶ τεκτονικὸς οὐκ ἂν οὕτω κατασκευάσαι ἄροτρον προθύμως προθύμως ἄροτρον Benselerus; ἢ ἅμαξαν, ὡς τοὺς ἄξονας, οἷς ἔμελλε Σόλων τοὺς νόμους ἐγχαράξειν. καὶ μὴν οἱ λόγοι τῶν φιλοσόφων, ἐὰν ψυχαῖς ἡγεμονικῶν καὶ πολιτικῶν ἀνδρῶν ἐγγραφῶσι βεβαίως καὶ κρατήσωσι, νόμων δύναμιν λαμβάνουσιν ᾗ καὶ Πλάτων εἰς Σικελίαν ἔπλευσεν, ἐλπίζων τὰ δόγματα νόμους καὶ ἔργα ποιήσειν ἐν τοῖς Διονυσίου πράγμασιν ἀλλʼ εὗρε Διονύσιον ὥσπερ βιβλίον παλίμψηστον ἢδη μολυσμῶν ἀνάπλεων καὶ τὴν βαφὴν οὐκ ἀνιέντα τῆς τυραννίδος, ἐν πολλῷ χρόνῳ δευσοποιὸν οὖσαν καὶ δυσέκπλυτον· ἀκμαίους ἀκμαίους Coraes: δρομαίους δ’ ὄντας ἔτι δεῖ τῶν χρηστῶν ἀντιλαμβάνεσθαι λόγων.