Thesauros Literature biography Εἰ πρεσβυτέρῳ πολιτευτέον

Εἰ πρεσβυτέρῳ πολιτευτέον

Εἰ πρεσβυτέρῳ πολιτευτέον Plutarch
15 οἱ δὲ τὰς ἀρρωστίας προβαλλόμενοι καὶ τὰς ἀδυναμίας νόσου καὶ πηρώσεως μᾶλλον ἢ γήρως κατηγοροῦσι καὶ γὰρ νέοι πολλοὶ νοσώδεις καὶ ῥωμαλέοι γέροντες· ὥστε δεῖ μὴ τοὺς γέροντας ἀλλὰ τοὺς ἀδυνάτους ἀποτρέπειν, μηδὲ τοὺς νέους παρακαλεῖν ἀλλὰ τοὺς δυναμένους. καὶ γὰρ καὶ Ἀριδαῖος ἦν νέος γέρων δʼ Ἀντίγονος, ἀλλʼ ὁ μὲν ἅπασαν ὀλίγου δεῖν κατεκτήσατο τὴν Ἀσίαν, ὁ δʼ ὥσπερ ἐπὶ σκηνῆς δορυφόρημα κωφὸν ἦν ὄνομα βασιλέως καὶ πρόσωπον ὑπὸ τῶν ἀεὶ κρατούντων παροινούμενον. ὥσπερ οὖν ὁ Πρόδικον τὸν σοφιστὴν ἢ Φιλήταν τὸν ποιητὴν ἀξιῶν πολιτεύεσθαι, νέους μὲν ἰσχνοὺς δὲ καὶ νοσώδεις καὶ τὰ πολλὰ κλινοπετεῖς διʼ ἀρρωστίαν ὄντας, ἀβέλτερός ἐστιν· οὕτως ὁ κωλύων ἄρχειν καὶ στρατηγεῖν τοιούτους γέροντας, οἷος ἦν Φωκίων οἷος ἦν Μασανάσσης ὁ Λίβυς οἷος Κάτων ὁ Ῥωμαῖος, ὁ μὲν γὰρ Φωκίων, ὡρμημένων πολεμεῖν ἀκαίρως τῶν Ἀθηναίων, παρήγγειλε τοὺς ἄχρι ἑξήκοντʼ ἐτῶν ἀκολουθεῖν ὅπλα λαβόντας ὡς δʼ ἠγανάκτουν, οὐδέν ἔφη δεινόν· ἐγὼ γὰρ ἔσομαι μεθʼ ὑμῶν ὁ στρατηγὸς ὑπὲρ ὀγδοήκοντʼ ἔτη γεγονώς. Μασανάσσην δʼ ἱστορεῖ Πολύβιος ἐνενήκοντα μὲν ἐτῶν ἀποθανεῖν, τετράετες καταλιπόντα παιδάριον ἐξ αὐτοῦ γεγενημένον*: γεγεννημένον , ὀλίγῳ δʼ ἔμπροσθεν τῆς τελευτῆς μάχῃ νικήσαντα μεγάλῃ Καρχηδονίους ὀφθῆναι τῇ ὑστεραίᾳ πρὸ τῆς σκηνῆς ῥυπαρὸν ἄρτον ἐσθίοντα, καὶ πρὸς τοὺς θαυμάζοντας εἰπεῖν, ὅτι τοῦτο ποιεῖ λάμπει γὰρ ἐν χρείαισιν ὥσπερ εὐπρεπὴςib. εὐπρεπὴς] εὐγενὴς p. 1129c lacunam add. Doehnerus, R praeeunte. Suppleo: ποιεῖ διὰ τὴν ἕξιν (aut διὰ τὸ πονεῖν) ἀεὶ cf. Cic. Cat. mai. c. 10Nauck. p. 314 χαλκός· χρόνῳ δʼ ἀργῆσαν ἤμυσε στέγος,ʼ ὥς φησι Σοφοκλῆς· ὡς δʼ ἡμεῖς φαμεν, ἐκεῖνο τῆς ψυχῆς τὸ γάνωμα καὶ τὸ φέγγος φέγγος] sc. ἥμυσε , ᾧ λογιζόμεθα καὶ μνημονεύομεν καὶ φρονοῦμεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme