Thesauros Literature biography Εἰ πρεσβυτέρῳ πολιτευτέον

Εἰ πρεσβυτέρῳ πολιτευτέον

Εἰ πρεσβυτέρῳ πολιτευτέον Plutarch
16 διὸ καὶ τοὺς βασιλεῖς φασι γίγνεσθαι βελτίονας ἐν τοῖς πολέμοις καὶ ταῖς στρατείαις ἢ σχολὴν ἄγοντας. Ἄτταλον γοῦν τὸν ΕὐμένουςCoraes: εὐμενοῦς ἀδελφόν, ὑπʼ ἀργίας μακρᾶς καὶ εἰρήνης ἐκλυθέντα κομιδῇ, Φιλοποίμην εἷς τῶν ἑταίρων ἐποίμαινεν ἀτεχνῶς πιαινόμενον· ὥστε καὶ τοὺς Ῥωμαίους παίζοντας ἑκάστοτε διαπυνθάνεσθαι παρὰ τῶν ἐξ Ἀσίας πλεόντων, εἰ δύναται παρὰ τῷ Φιλοποίμενι βασιλεύς Λευκόλλου δὲ Ῥωμαίων οὐ πολλοὺς ἄν τις εὕροι δεινοτέρους στρατηγούς, ὅτε τῷ πράττειν τὸ φρονεῖν συνεῖχεν· ἐπεὶ δὲ μεθῆκεν ἑαυτὸν εἰς βίον ἄπρακτον καὶ δίαιταν οἰκουρὸν καὶ ἄφροντιν, ὥσπερ οἱ σπόγγοι ταῖς γαλήναις ἐννεκρωθεὶς καὶ καταμαρανθείς, εἶτα Καλλισθένει τινὶ τῶν ἀπελευθέρων βόσκειν καὶ τιθασεύειν παρέχων τὸ γῆρας, ἐδόκει καταφαρμακεύεσθαι φίλτροις ὑπʼ αὐτοῦ καὶ γοητεύμασιν, ἄχρι οὗ Μάρκος ὁ ἀδελφὸς ἀπελάσας τὸν ἄνθρωπον αὐτὸς ᾠκονόμει καὶ ἐπαιδαγώγει διεπαιδαγώγει Turnebus τὸν λοιπὸν αὐτοῦ βίον, οὐ πολὺν γενόμενον. ἀλλὰ Δαρεῖος Δαρεῖος] cf. p. 172 f ὁ Ξέρξου πατὴρ ἔλεγεν αὐτὸς αὑτοῦ παρὰ τὰ δεινὰ γίγνεσθαι φρονιμώτερος, ὁ δὲ Σκύθης Ἀτέας Ἀτέας] ἀτμὰς mei μηδὲν οἴεσθαι τῶν ἱπποκόμων διαφέρειν ἑαυτόν, ὅτε σχολάζοιp. 176a: σχολάζει Διονύσιος δʼ ὁ πρεσβύτερος πρὸς τὸν πυθόμενον εἰ σχολάζοι μηδέποτʼ εἶπεν ἐμοὶ τοῦτο συμβαίη τόξον μὲν γάρ, ὥς φασιν, ἐπιτεινόμενον ἀεὶ τεινόμενον R ῥήγνυται, ψυχὴ δʼ ἀνιεμένη. καὶ γὰρ ἁρμονικοὶ τὸ κατακούειν ἡρμοσμένου καὶ γεωμέτραι τὸ ἀναλύειν καὶ ἀριθμητικοὶ τὴν ἐν τῷ λογίζεσθαι συνέχειαν συνέχειαν] malim συνήθειαν ἐκλιπόντες ἅμα ταῖς ἐνεργείαις ἀμαυροῦσι συναμαυροῦσι R ταῖς ἡλικίαις ἡλικίαις] μαλακίαις? vid. Symbol. τὰς ἕξεις, καίπερ οὐ πρακτικὰς ἀλλὰ θεωρητικὰς τέχνας ἔχοντες· ἡ δὲ τῶν πολιτικῶν ἕξις, εὐβουλία καὶ φρόνησις καὶ δικαιοσύνη, πρὸς δὲ τούτοις ἐμπειρία στοχαστικὴ καιρῶν καὶ λόγων, πειθοῦς δημιουργὸς δύναμις οὖσα, τῷ λέγειν ἀεί τι καὶ πράττειν καὶ λογίζεσθαι καὶ δικάζειν συνέχεται καὶ δεινόν, εἰ τούτων ἀποδρᾶσα περιόψεται τηλικαύτας ἀρετὰς καὶ τοσαύτας ἐκρυείσας τῆς ψυχῆς καὶ γὰρ τὸ φιλάνθρωπον εἰκός ἐστιν ἀπομαραίνεσθαι καὶ τὸ κοινωνικὸν καὶ τὸ εὐχάριστον, ὧν οὐδεμίαν εἶναι δεῖ τελευτὴν οὐδὲ πέρας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme